Brutus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

λέγεται δὲ καὶ Καῖσαρ οὐκ ἀμελεῖν τοῦ ἀνδρός, ἀλλὰ καὶ προειπεῖν τοῖς ὑφʼ ἑαυτὸν ἡγεμόσιν ἐν τῇ μάχῃ μὴ κτείνειν Βροῦτον, ἀλλὰ φείδεσθαι, καὶ παρασχόντα μὲν ἑκουσίως ἄγειν, εἰ δὲ ἀπομάχοιτο πρὸς τὴν σύλληψιν, ἐᾶν καὶ μὴ βιάζεσθαι· καὶ ταῦτα ποιεῖν τῇ μητρὶ τοῦ Βρούτου Σερβιλίᾳ χαριζόμενος.

ἐγνώκει γὰρ, ὡς ἔοικε,

paris.1624.986
νεανίας ὢν ἔτι τὴν Σερβιλίαν ἐπιμανεῖσαν αὐτῷ, καὶ καθʼ οὓς μάλιστα χρόνους ὁ ἔρως ἐπέφλεγε γενόμενον τὸν Βροῦτον ἐπέπειστό πως ἐξ ἑαυτοῦ γεγονέναι.

λέγεται δὲ τῶν περὶ Κατιλίναν πραγμάτων μεγάλων ἐμπεπτωκότων εἰς τὴν σύγκλητον, ἃ μικρὸν ἐδέησεν ἀνατρέψαι τὴν πόλιν, ἑστάναι μὲν ὁμοῦ Κάτωνα καὶ Καίσαρα διαφερομένους περὶ γνώμης, ἐν τούτῳ δὲ γραμματιδίου μικροῦ προσδοθέντος ἔξωθεν Καίσαρι, τὸν μὲν ἀναγινώσκειν σιωπῇ, Κάτωνα δὲ βοᾶν ὡς δεινὰ ποιεῖ Καῖσαρ ἐντεύξεις καὶ γράμματα παρὰ τῶν πολεμίων προσδεχόμενος.

θορυβησάντων δὲ πολλῶν,

p.136
καὶ τοῦ Καίσαρος τὸ δελτάριον, ὡς εἶχε, τῷ Κάτωνι προσδόντος, ἀναγνόντα Σερβιλίας τῆς ἀδελφῆς ἀκόλαστον ἐπιστόλιον ἐκεῖνο μὲν ῥῖψαι πρὸς τὸν Καίσαρα καὶ εἰπεῖν κράτει, μέθυσε πρὸς δὲ τὴν γνώμην καὶ τὸν λόγον αὖθις ἐξ ἀρχῆς τραπέσθαι. οὕτω μὲν ἦν ὁ πρὸς Καίσαρα Σερβιλίας ἔρως περιβόητος.

γενομένης δὲ τῆς κατὰ Φάρσαλον ἥττης καὶ Πομπηΐου μὲν ἐπὶ θάλασσαν διεκπεσόντος, πολιορκουμένου δὲτοῦ χάρακος, ἔλαθεν ὁ Βροῦτος κατὰ πύλας πρὸς τόπον ἑλώδη καὶ μεστὸν ὑδάτων καὶ καλάμου φερούσας ἐξελθών καὶ διὰ νυκτὸς ἀποσωθεὶςεἰς Λάρισσαν.

ἐκεῖθεν δὲ γράψαντος αὐτοῦ Καῖσαρ ἥσθη τε σωζομένῳ, καὶ κελεύσας πρὸς αὑτὸν ἐλθεῖν οὐ μόνον ἀφῆκε τῆς αἰτίας, ἀλλὰ καὶ τιμώμενον ἐν τοῖς μάλιστα περὶ αὑτὸν εἶχεν.

οὐδενὸς δʼ ὅπῃ φεύγοι Πομπήϊος εἰπεῖν ἔχοντος, ἀλλʼ ἀπορίας οὔσης, ὁδόν τινα σὺν τῷ Βρούτῳ βαδίζων μόνος ἀπεπειρᾶτο τῆς γνώμης.

καὶ δόξαντος ἔκ τινων διαλογισμῶν ἄριστα περὶ τῆς Πομπηΐου τεκμαίρεσθαι φυγῆς, ἀφεὶς τἆλλα τὴν ἐπʼ Αἰγύπτου συνέτεινεν.