Brutus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
τῶν μὲν γὰρ πολεμίων τὸ νικηθὲν εὐθὺς ἀπολώλει τότε· τῶν δὲ Κασσίου τραπέντων ὀλίγοι διεφθάρησαν, οἱ δὲ σῳζόμενοι τῷ προηττῆσθαι περιδεεῖς ὄντες ἀνέπλησαν ἀθυμίας καὶ ταραχῆς τὸ πλεῖστον τοῦ στρατεύματος,
ἐνταῦθα καὶ Μᾶρκος ὁ Κάτωνος
p.238
υἱός ἐν τοῖς ἀρίστοις καὶ γενναιοτάτοις; τῶν νέων μαχόμενος καὶ καταπονούμενος οὐκ ἔφυγεν οὐδʼεἶξεν,ἀλλὰ χρώμενός τε τῇ χειρὶ καὶ φράζων ὅστις εἴη, καὶ πατρόθεν ὀνομάζων, ἔπεσεν ἐπὶ πολλοῖς νεκροῖς τῶν πολεμίων. ἔπιπτον δὲ καὶ τῶν ἄλλων οἱ κράτιστοι τοῦ Βρούτου προκινδυνεύοντες.