Brutus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

τὸ δʼ ἕτερον κέρας, ὡς μὴ κυκλωθείη, τῶν ἡγεμόνων ἀντιπαρεξαγόντων, πλήθει δὲ λειπομένων, διεσπᾶτο μέσον καὶ γιγνόμενον ἀσθενὲς οὐκ ἀντεῖχε τοῖς ἐναντίοις, ἀλλʼ ἔφυγε πρῶτον.

οἱ δὲ τοῦτο διακόψαντες εὐθὺς ἐκυκλοῦντο τὸν Βροῦτον, αὑτὸν μὲν ὅσα καὶ στρατηγικῆς καὶ στρατιωτικῆς ἀρετῆς ἔργα καὶ χειρὶ καὶ γνώμῃ παρὰ τὰ δεινὰ πρὸς τὸ νικᾶν ἀποδεικνύμενον, ᾧ δὲ πλέον ἔσχε τῇ προτέρᾳ μάχῃ, τούτῳ βλαπτόμενον.

τῶν μὲν γὰρ πολεμίων τὸ νικηθὲν εὐθὺς ἀπολώλει τότε· τῶν δὲ Κασσίου τραπέντων ὀλίγοι διεφθάρησαν, οἱ δὲ σῳζόμενοι τῷ προηττῆσθαι περιδεεῖς ὄντες ἀνέπλησαν ἀθυμίας καὶ ταραχῆς τὸ πλεῖστον τοῦ στρατεύματος,

ἐνταῦθα καὶ Μᾶρκος ὁ Κάτωνος

p.238
υἱός ἐν τοῖς ἀρίστοις καὶ γενναιοτάτοις; τῶν νέων μαχόμενος καὶ καταπονούμενος οὐκ ἔφυγεν οὐδʼεἶξεν,ἀλλὰ χρώμενός τε τῇ χειρὶ καὶ φράζων ὅστις εἴη, καὶ πατρόθεν ὀνομάζων, ἔπεσεν ἐπὶ πολλοῖς νεκροῖς τῶν πολεμίων.

ἔπιπτον δὲ καὶ τῶν ἄλλων οἱ κράτιστοι τοῦ Βρούτου προκινδυνεύοντες.