Brutus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

ταῦτα λέγων ὁ ἄνθρωπος οὐκ εἶχε πίστιν οὐδʼ εἰς ὄψιν ἦλθε τῷ Βρούτῳ, καταφρονηθεὶς παντάπασιν ὡς μηδὲν ἀκηκοὼς ὑγιές ἢ τὰ ψευδῆ πρὸς χάριν ἀπαγγέλλων.

ἐνἐκείνῃ δὲ τῇ νυκτὶ πάλιν φασὶν εἰς ὄψιν ἐλθεῖν τὸ φάσμα τῷ Βρούτῳ, καὶ τὴν αὐτὴν ἐπιδειξάμενον ὄψιν οὐδὲν εἰπεῖν, ἀλλʼ οἴχεσθαι.

Πόπλιος δὲ Βολούμνιος, ἀνὴρ φιλόσοφος καὶ συνεστρατευμένος ἀπʼ ἀρχῆς Βρούτῳ, τοῦτο μὲν οὐ λέγει τὸ σημεῖον, μελισσῶν δέ φησι

paris.1624.1007
τὸν πρῶτον ἀετὸν ἀνάπλεων γενέσθαι·

καὶ τῶν ταξιάρχων τινὸς ἀπʼ αὐτομάτου τὸν βραχίονα μύρον ῥόδινον ἐξανθεῖν, καὶ πολλάκις ἐξαλείφοντας καὶ ἀπομάττοντας μηδὲν περαίνειν.

καὶ πρὸ τῆς μάχης αὐτῆς ἀετοὺς δύο συμπεσόντας ἀλλήλοις ἐν μεταιχμίῳ τῶν στρατοπέδων μάχεσθαι, καὶ σιγὴν ἄπιστον ἔχειν τὸ πεδίον θεωμένων ἁπάντων, εἶξαι δὲ καὶ φυγεῖν τὸν κατὰ Βροῦτον.

ὁ δέΑἰθίοψ περιβόητος γέγονεν ὁ τῆς πύλης ἀνοιχθείσης ἀπαντήσας τῷ φέροντι τὸν ἀετὸν καὶ κατακοπεὶς ταῖς μαχαίραις ὑπὸ τῶν στρατιωτῶν οἰωνισαμένων.

προαγαγὼν δὲ τὴν φάλαγγα καὶ καταστήσας ἐναντίαν τοῖς πολεμίοις ἐπεῖχε πολὺν χρόνον· ὑποψίαι γὰρ αὐτῷ καὶ μηνύσεις κατά

p.236
τινων προσέπιπτον ἐπισκοποῦντι τὸ στράτευμα·