Brutus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
ἀλλὰ τῶν πραγμάτων, ὡς ἔοικεν, οὐκέτι πολλοῖς ὄντων καθεκτῶν, ἀλλὰ μοναρχίας δεομένων, ὁ θεὸς, ἐξάγειν καὶ μεταστῆσαι τόν μόνον ἐμποδὼν ὄντα τῷ κρατεῖν δυναμένῳ βουλόμενος,
p.234
ἀπέκοψε τὴν τύχην ἐκείνην, καίπερ ἐγγυτάτω τοῦ μὴ λαθεῖν τόν Βροῦτον ἀφικομένην, μέλλοντος γὰρ αὐτοῦ μάχεσθαι πρὸ μιᾶς ἡμέρας ὀψὲ Κλώδιός τις ἐκ τῶν πολεμίων αὐτόμολος ἧκεν, ἀγγέλλων ὅτι διεφθαρμένον ᾐσθημένοι τόν στόλον οἱ περὶ Καίσαρα σπεύδουσι διαγωνίσασθαι.