Brutus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

καὶ γὰρ ἡμέρᾳ μιᾷ συνέβη τόν τε κατὰ γῆν ἅμα καὶ τόν κατὰ θάλατταν ἀγῶνα κριθῆναι. τύχῃ δέ τινι μᾶλλον ἢ κακίᾳ τῶν ἐν ταῖς ναυσὶν ἡγεμόνων ἠγνόησε τὸ κατόρθωμα Βροῦτος ἡμερῶν εἴκοσι διαγενομένων.

οὐ γὰρ ἂν εἰς δευτέραν μάχην προῆλθε, τὰ μὲν ἀναγκαῖα τῇ στρατιᾷ παρεσκευασμένος εἰς πολὺν χρόνον, ἐν καλῷ δὲ τῆς χώρας ἱδρυμένος, ὥστε καὶ χειμῶνος ἀπαθὲς καὶ πρὸς τοὺς πολεμίους δυσεκβίαστον ἔχειν τὸ στρατόπεδον, τῷ δὲ κρατεῖν βεβαίως τῆς θαλάττης καὶ νενικηκέναι πεζῇ τὸ καθʼ αὑτὸν ἐπʼ ἐλπίδων μεγάλων καὶ φρονήματος γεγονώς.

ἀλλὰ τῶν πραγμάτων, ὡς ἔοικεν, οὐκέτι πολλοῖς ὄντων καθεκτῶν, ἀλλὰ μοναρχίας δεομένων, ὁ θεὸς, ἐξάγειν καὶ μεταστῆσαι τόν μόνον ἐμποδὼν ὄντα τῷ κρατεῖν δυναμένῳ βουλόμενος,

p.234
ἀπέκοψε τὴν τύχην ἐκείνην, καίπερ ἐγγυτάτω τοῦ μὴ λαθεῖν τόν Βροῦτον ἀφικομένην,

μέλλοντος γὰρ αὐτοῦ μάχεσθαι πρὸ μιᾶς ἡμέρας ὀψὲ Κλώδιός τις ἐκ τῶν πολεμίων αὐτόμολος ἧκεν, ἀγγέλλων ὅτι διεφθαρμένον ᾐσθημένοι τόν στόλον οἱ περὶ Καίσαρα σπεύδουσι διαγωνίσασθαι.

ταῦτα λέγων ὁ ἄνθρωπος οὐκ εἶχε πίστιν οὐδʼ εἰς ὄψιν ἦλθε τῷ Βρούτῳ, καταφρονηθεὶς παντάπασιν ὡς μηδὲν ἀκηκοὼς ὑγιές ἢ τὰ ψευδῆ πρὸς χάριν ἀπαγγέλλων.

ἐνἐκείνῃ δὲ τῇ νυκτὶ πάλιν φασὶν εἰς ὄψιν ἐλθεῖν τὸ φάσμα τῷ Βρούτῳ, καὶ τὴν αὐτὴν ἐπιδειξάμενον ὄψιν οὐδὲν εἰπεῖν, ἀλλʼ οἴχεσθαι.

Πόπλιος δὲ Βολούμνιος, ἀνὴρ φιλόσοφος καὶ συνεστρατευμένος ἀπʼ ἀρχῆς Βρούτῳ, τοῦτο μὲν οὐ λέγει τὸ σημεῖον, μελισσῶν δέ φησι

paris.1624.1007
τὸν πρῶτον ἀετὸν ἀνάπλεων γενέσθαι·

καὶ τῶν ταξιάρχων τινὸς ἀπʼ αὐτομάτου τὸν βραχίονα μύρον ῥόδινον ἐξανθεῖν, καὶ πολλάκις ἐξαλείφοντας καὶ ἀπομάττοντας μηδὲν περαίνειν.

καὶ πρὸ τῆς μάχης αὐτῆς ἀετοὺς δύο συμπεσόντας ἀλλήλοις ἐν μεταιχμίῳ τῶν στρατοπέδων μάχεσθαι, καὶ σιγὴν ἄπιστον ἔχειν τὸ πεδίον θεωμένων ἁπάντων, εἶξαι δὲ καὶ φυγεῖν τὸν κατὰ Βροῦτον.