Brutus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
ἐν τούτῳ δʼ οὖσιν αὐτοῖς ἧκεν ἀγγελία περὶ τῆς κατὰ. θάλατταν γενομένης ἀτυχίας περὶ τὴν στρατιάν. ἐξ Ἰταλίας γὰρ πολλὴν κομιζομένην παρὰ Καίσαρος αἱ Βρούτου νῆες ἐπιπεσοῦσαι διέφθειραν, ὧν ὀλίγοι παντάπασι τοὺς πολεμίους διαφυγόντες ὑπὸ λιμοῦ τῶν ἱστίων καὶ τῶν σχοινίων ἐσθίοντες διεγένοντο.
ταῦτʼ ἀκούσαντες ἔσπευδον διὰ μάχης κριθῆναι πρὶν αἰσθέσθαι τὸν Βροῦτον ὅσον αὐτῷ γέγονεν εὐτυχίας.
καὶ γὰρ ἡμέρᾳ μιᾷ συνέβη τόν τε κατὰ γῆν ἅμα καὶ τόν κατὰ θάλατταν ἀγῶνα κριθῆναι. τύχῃ δέ τινι μᾶλλον ἢ κακίᾳ τῶν ἐν ταῖς ναυσὶν ἡγεμόνων ἠγνόησε τὸ κατόρθωμα Βροῦτος ἡμερῶν εἴκοσι διαγενομένων.
οὐ γὰρ ἂν εἰς δευτέραν μάχην προῆλθε, τὰ μὲν ἀναγκαῖα τῇ στρατιᾷ παρεσκευασμένος εἰς πολὺν χρόνον, ἐν καλῷ δὲ τῆς χώρας ἱδρυμένος, ὥστε καὶ χειμῶνος ἀπαθὲς καὶ πρὸς τοὺς πολεμίους δυσεκβίαστον ἔχειν τὸ στρατόπεδον, τῷ δὲ κρατεῖν βεβαίως τῆς θαλάττης καὶ νενικηκέναι πεζῇ τὸ καθʼ αὑτὸν ἐπʼ ἐλπίδων μεγάλων καὶ φρονήματος γεγονώς.
ἀλλὰ τῶν πραγμάτων, ὡς ἔοικεν, οὐκέτι πολλοῖς ὄντων καθεκτῶν, ἀλλὰ μοναρχίας δεομένων, ὁ θεὸς, ἐξάγειν καὶ μεταστῆσαι τόν μόνον ἐμποδὼν ὄντα τῷ κρατεῖν δυναμένῳ βουλόμενος,