Brutus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
ἐκτούτου τὴν δωρεὰν ἀπέδωκε τοῖς στρατιώταις, καὶ μικρὰ μεμψάμενος ἐπὶ τῷ τὸ σύνθημα μὴ λαβόντας ἄνευ παραγγέλματος ἀτακτότερον ἐναλέσθαι τοῖς πολεμίοις, ὑπέσχετο καλῶς ἀγωνισαμένοις δύο πόλεις εἰς ἁρπαγὴν καὶ ὠφέλειαν ἀνήσειν, Θεσσαλονίκην καὶ Λακεδαίμονα.
τοῦτο τῷ Βρούτου βίῳ μόνον ἔνεστι τῶν ἐγκλημάτων ἀναπολόγητον, εἰ καὶ πολὺ τούτων δεινότερα νικητήρια τοῖς στρατευομένοις Ἀντώνιος καὶ Καῖσαρ ἐξέτισαν, ὀλίγου δεῖν πάσης Ἰταλίας τοὺς παλαιοὺς οἰκήτορας ἐξελάσαντες, ἵνα χώραν ἐκεῖνοι καὶ πόλεις τὰς μὴ προσηκούσας λάβωσιν.
ἀλλὰ τούτοις μὲν ἄρχειν καὶ κρατεῖν ὑπέκειτο τοῦ πολέμου τέλος, Βρούτῳ δὲ διὰ δόξαν ἀρετῆς οὔτε νικᾶν οὔτε σῴζεσθαι συνεχωρεῖτο παρὰ τῶν πολλῶν ἢ μετὰ τοῦ καλοῦ καὶ δικαίου, καὶ ταῦτα Κασσίου τεθνηκότος, ὃς αἰτίαν εἶχε καὶ Βροῦτον ἐνάγειν εἰς ἔνια τῶν βιαιοτέρων.
ἀλλʼ ὥσπερ ἐν πλῷ πηδαλίου συντριβέντος ἕτερα ξύλα προσηλοῦν καὶ προσαρμόττειν ἐπιχειροῦσιν, οὐκ εὖ μέν, ἀναγκαῖα δὲ, μαχόμενοι πρὸς τὴν χρείαν, οὕτω Βροῦτος ἐν δυνάμει τοσαύτῃ καὶ μετεώροις πράγμασιν οὐκ ἔχων ἰσορροποῦντα στρατηγόν ἠναγκάζετο χρῆσθαι τοῖς παροῦσι καὶ πολλὰ πράσσειν καὶ λέγειν τῶν ἐκείνοις δοκούντων.
ἐδόκει δʼ ὅσα τοὺς Κασσίου στρατιώτας ᾤοντο βελτίους παρέξειν δυσμεταχείριστοι γὰρ ἦσαν, ἐν μὲν τῷ στρατοπέδῳ διʼ ἀναρχίαν θρασυνόμενοι, πρὸς δὲ τοὺς πολεμίους διὰ τὴν ἧτταν ἀποδειλιῶντες.
οὐδὲν δὲ βέλτιον εἶχε τὰ πράγματα τοῖς περὶ Καίσαρα καὶ Ἀντώνιον, ἀγορᾷ τε χρωμένοις ἀναγκαῖα καὶ διὰ κοιλότητα τοῦ στρατοπέδου χειμῶνα μοχθηρὸν προσδοκῶσιν.
εἱλούμενοι γὰρ πρὸς ἕλεσι καὶ μετὰ τὴν μάχην ὄμβρων φθινοπωρινῶν ἐπιγενομένων πηλοῦ κατεπίμπλαντο τὰς σκηνὰς καὶ ὕδατος παραχρῆμα πηγνυμένου διὰ ψῦχος.
ἐν τούτῳ δʼ οὖσιν αὐτοῖς ἧκεν ἀγγελία περὶ τῆς κατὰ. θάλατταν γενομένης ἀτυχίας περὶ τὴν στρατιάν. ἐξ Ἰταλίας γὰρ πολλὴν κομιζομένην παρὰ Καίσαρος αἱ Βρούτου νῆες ἐπιπεσοῦσαι διέφθειραν, ὧν ὀλίγοι παντάπασι τοὺς πολεμίους διαφυγόντες ὑπὸ λιμοῦ τῶν ἱστίων καὶ τῶν σχοινίων ἐσθίοντες διεγένοντο.
ταῦτʼ ἀκούσαντες ἔσπευδον διὰ μάχης κριθῆναι πρὶν αἰσθέσθαι τὸν Βροῦτον ὅσον αὐτῷ γέγονεν εὐτυχίας.
καὶ γὰρ ἡμέρᾳ μιᾷ συνέβη τόν τε κατὰ γῆν ἅμα καὶ τόν κατὰ θάλατταν ἀγῶνα κριθῆναι. τύχῃ δέ τινι μᾶλλον ἢ κακίᾳ τῶν ἐν ταῖς ναυσὶν ἡγεμόνων ἠγνόησε τὸ κατόρθωμα Βροῦτος ἡμερῶν εἴκοσι διαγενομένων.
οὐ γὰρ ἂν εἰς δευτέραν μάχην προῆλθε, τὰ μὲν ἀναγκαῖα τῇ στρατιᾷ παρεσκευασμένος εἰς πολὺν χρόνον, ἐν καλῷ δὲ τῆς χώρας ἱδρυμένος, ὥστε καὶ χειμῶνος ἀπαθὲς καὶ πρὸς τοὺς πολεμίους δυσεκβίαστον ἔχειν τὸ στρατόπεδον, τῷ δὲ κρατεῖν βεβαίως τῆς θαλάττης καὶ νενικηκέναι πεζῇ τὸ καθʼ αὑτὸν ἐπʼ ἐλπίδων μεγάλων καὶ φρονήματος γεγονώς.