Brutus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

ὡς δὲ τοὺς φίλους ἑώρα καὶ τοὺς ἡγεμόνας ἀδιαλλάκτως ἔχοντας, ἀποκρύπτων καὶ συνεκπέμπων ἔσῳζεν.

ἦν δέ τις Βολούμνιος μῖμος καὶ Σακουλίων γελωτοποιὸς ἡλωκότες, οὓς ἐν οὐδενὶ λόγῳ τιθεμένου τοῦ Βρούτου προσάγοντες οἱ φίλοι κατηγόρουν ὡς οὐδὲ νῦν τοῦ λέγειν καὶ σκώπτειν πρὸς ὕβριν αὐτῶν ἀπεχομένους.

ἐπεὶ δὲ Βροῦτος μὲν ἐσίγα πρὸς ἑτέραις ὢν φροντίσι, Μεσσάλας δὲ Κορβῖνος ἐδικαίου πληγαῖς κολασθέντας ἐπὶ σκηνῆς γυμνοὺς ἀποδοθῆναι τοῖς στρατηγοῖς τῶν πολεμίων, ὅπως εἰδῶσιν οἵων δέονται στρατευόμενοι συμποτῶν καὶ συνήθων, ἔνιοι μὲν τῶν παρόντων ἐγέλασαν,

Πόπλιος δὲ Κάσκας, ὁπρῶτος Καίσαρα πατάξας, οὐ καλῶς, ἔφη, τεθνηκότι Κασσίῳ παίζοντες καὶ γελωτοποιοῦντες ἐναγίζομεν σὺ δέ, εἶπεν, ὦ Βροῦτε, δείξεις ὅπως ἔχεις μνήμης πρὸς τὸν στρατηγόν ἢ κολάσας ἢ φυλάξας τοὺς χλευασομένους καὶ κακῶς ἐροῦντας αὐτόν.