Brutus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

ἔπεσον δὲ τούτων μὲν ὀκτακισχίλιοι σὺν τοῖς στρατευομένοις οἰκέταις, οὓς Βρίγας ὁ Βροῦτος ὠνόμαζε· τῶν δʼ ἐναντίων Μεσσάλας φησὶν οἴεσθαι πλείους ἢ διπλασίους.

διὸ καὶ μᾶλλον ἠθύμουν ἐκεῖνοι πρὶν ἢ Κασσίου θεράπων ὄνομα Δημήτριος ἀφίκετο πρὸς Ἀντώνιον ἑσπέρας, εὐθὺς ἀπὸ τοῦ νεκροῦ τὰς χλαμύδας λαβὼν καὶ τὸ ξίφος. ὦν κομισθέντων οὕτως ἐθάρρησαν ὥστε ἅμʼ ἡμέρᾳ προάγειν ὡπλισμένην ἐπὶ μάχῃ τὴν δύναμιν.

Βρούτῳ δὲ τῶν στρατοπέδων ἑκατέρου σαλεύοντος ἐπισφαλῶς τὸ μὲν γὰρ αὐτοῦ καταπεπλησμένον αἰχμαλώτων ἐδεῖτο φυλακῆς ἀκριβοῦς, τὸ δὲ Κασσίου τὴν μεταβολὴν τοῦ ἄρχοντος οὐ ῥᾳδίως ἔφερεν, ἀλλὰ καὶ φθόνου

p.228
τι καὶ μίσους ἡττημένοις ἐνῆν αὐτοῖς πρὸς τὸ νενικηκός, ὁπλίσαι μὲν ἔδοξε τὸ στράτευμα, μάχης δʼ ἀπέσχετο.

τῶν δʼ αἰχμαλώτων τὸ μὲν δουλικὸν πλῆθος ἐνειλούμενον ὑπόπτως τοῖς ὅπλοις ἐκέλευσεν ἀναιρεθῆναι, τῶν δʼ ἐλευθέρων τοὺς μὲν ἀπέλυε φάσκων ὑπὸ τῶν πολεμίων μᾶλλον ἡλωκέναι αὐτοὺς[*](αὐτοὺς bracketed by Sintenis2.) καὶ παρʼ ἐκείνοις αἰχμαλώτους εἶναι καὶ δούλους, παρʼ αὑτῷ δʼ ἐλευθέρους καὶ πολίτας·

ὡς δὲ τοὺς φίλους ἑώρα καὶ τοὺς ἡγεμόνας ἀδιαλλάκτως ἔχοντας, ἀποκρύπτων καὶ συνεκπέμπων ἔσῳζεν.