Brutus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

εἰ δὲ πᾶσιν ἐχρήσατο πρός τὴν μάχην καὶ μὴ παρελθόντες οἱ πλεῖστοι τοὺς πολεμίους ἐπὶ τὰ τῶν πολεμίων ὥρμησαν, οὐδὲν ἂν ἐδόκει μέρος αὐτῶν ἀπολιπεῖν ἀήττητον.

ἔπεσον δὲ τούτων μὲν ὀκτακισχίλιοι σὺν τοῖς στρατευομένοις οἰκέταις, οὓς Βρίγας ὁ Βροῦτος ὠνόμαζε· τῶν δʼ ἐναντίων Μεσσάλας φησὶν οἴεσθαι πλείους ἢ διπλασίους.

διὸ καὶ μᾶλλον ἠθύμουν ἐκεῖνοι πρὶν ἢ Κασσίου θεράπων ὄνομα Δημήτριος ἀφίκετο πρὸς Ἀντώνιον ἑσπέρας, εὐθὺς ἀπὸ τοῦ νεκροῦ τὰς χλαμύδας λαβὼν καὶ τὸ ξίφος. ὦν κομισθέντων οὕτως ἐθάρρησαν ὥστε ἅμʼ ἡμέρᾳ προάγειν ὡπλισμένην ἐπὶ μάχῃ τὴν δύναμιν.