Brutus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
οὕτω δὴ βιασθεὶς ἀνεχώρησε μετʼ ὀλίγων ἐπὶ λόφον ἔχοντα πρὸς τὸ πεδίον σκοπάς. ἀλλʼ αὐτὸς μὲν οὐδὲν κατεῖδεν ἢ μόλις τὸν χάρακα πορθούμενον, ἦν γὰρ ἀσθενὴς τὴν ὄψιν, οἱ δὲ περὶ αὐτὸν ἱππεῖς ἑώρων πολλοὺς προσελαύνοντας, οὓς ὁ Βροῦτος ἔπεμψεν.
εἴκασε δʼ ὁ Κάσσιος πολεμίους εἶναι καὶ διώκειν ἐπʼ αὐτόν. ὅμως δὲ τῶν παρόντων ἕνα Τιτίνιον ἀπέστειλε κατοψόμενον.