Brutus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

καὶ τοῦτο μόνον αὐτῶν διέφθειρε τὰ πράγματα, τοῦ μὲν ὡς νικῶντι Κασσίῳ μὴ βοηθήσαντος, τοῦ δὲ Βροῦτον ὡς ἀπολωλότα μὴ περιμείναντος· ἐπεὶ τῆς γε νίκης ὅρον ὃ Μεσσάλας τίθεται τὸ τρεῖς ἀετοὺς καὶ πολλὰ σημεῖα λαβεῖν τῶν πολεμίων, ἐκείνους δὲ μηδέν.

paris.1624.1004

ἀναχωρῶν δʼ ὁ Βροῦτος ἤδη διαπεπορθημένων τῶν Καίσαρος ἐθαύμασε τὸ Κασσίου στρατήγιον οὐχ ὁρῶν ὑψηλὸν, ὥσπερ εἰώθει, περιφαινόμενον, οὐδὲ τἆλλα κατὰ χώραν· ἐρήριπτο γὰρ εὐθὺς τὰ πλεῖστα καὶ κατέσπαστο τῶν πολεμίων ἐμπεσόντων.

ἀλλʼ οἱ δοκοῦντες ὀξύτερον βλέπειν τῶν ἑταίρων ἔφραζον αὐτῷ πολλὰ μὲν ὁρᾶν κράνη λάμποντα, πολλοὺς δὲ ἀργυροῦς θυρεοὺς ἐν τῷ χάρακι τοῦ Κασσίου διαφερομένους·

οὔκουν δοκεῖν αὐτοῖς οὔτʼ ἀριθμὸν οὔθʼ ὁπλισμὸν εἶναι τῶν ἀπολελειμμένων φυλάκων οὐ μὴν οὐδὲ πλῆθος

p.222
ἐπέκεινα φαίνεσθαι νεκρῶν ὅσον εἰκὸς ἦν νενικημένων κατὰ κράτος ταγμάτων τοσούτων.

ταῦτα πρῶτον ἔννοιαν καρέστησε τῷ Βρούτῳ τοῦ συμπτώματος· καὶ καταλιπὼν φρουρὰν ἐν τῷ στρατοπέδῳ τῶν πολεμίων ἀνεκαλεῖτο τοὺς διώκοντας καὶ συνῆγεν ὡς Κασσίῳ βοηθήσων.