Brutus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
καὶ τοῖς ἀντιτεταγμένοις οὐ προσέχοντες ἐθαύμαζον τὴν περὶ τὰς
p.218
τάφρους κραυγήν ἄσημον οὖσαν καὶ πολλὴν προσφερομένην. ἐν τούτῳ γραμματείων τε παρὰ Βρούτου τοῖς ἡγεμόσι φοιτώντων, ἐν οἷς ἦν τὸ σύνθημα γεγραμμένον, αὐτοῦ τε παρεξιόντος ἵππῳ τὰ τάγματα καὶ παραθαρρύνοντος, ὀλίγοι μὲν ἔφθασαν ἀκοῦσαι τὸ σύνθημα παρεγγυώμενον, οἱ δὲ πλεῖστοι μὴ προσμείναντες ὁρμῇ μιᾷ καὶ ἀλαλαγμῷπροσεφέροντο τοῖς πολεμίοις.