Brutus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

ἅμα δʼ ἡμέρᾳ προὔκειτο μὲν τῷ Βρούτου χάρακι καὶ τῷ Κασσίου σύμβολον ἀγῶνος φοινικοῦς χιτών, αὐτοὶ δὲ συνῆλθον εἰς τὸ μέσον τῶν στρατοπέδων καὶ λέγει Κάσσιος·

εἴημὲν, ὦ Βροῦτε, νικᾶν καὶ συνεῖναι τὸν πάντα χρόνον ἀλλήλοις εὖ πράξαντας· ἐπεὶ δὲ τὰ μέγιστα τῶν ἀνθρωπίνων ἀδηλότατα, καὶ τῆς μάχης παρὰ γνώμην κριθείσης οὐ ῥᾴδιον αὖθις ἀλλήλους ἰδεῖν,τί γινώσκεις περὶ φυγῆς καὶ τελευτῆς;

καὶ ὁ Βροῦτος ἀπεκρίνατο· νέος ὢν ἐγὼ, Κάσσιε, καὶ πραγμάτων ἄπειρος, οὐκ οἶδʼ ὅπως ἐν φιλοσοφίᾳ λόγον ἀφῆκα μέγαν. ᾐτιασάμην Κάτωνα διαχρησάμενον ἑαυτόν, ὡς οὐχ ὅσιον οὐδʼ ἀνδρὸς ἔργον ὑποχωρεῖν τῷ δαίμονι καὶ μὴ δέχεσθαι τὸ συμπῖπτον ἀδεῶς, ἀλλʼ ἀποδιδράσκειν.

νυνὶ δʼ

p.216
ἀλλοῖος ἐν ταῖς τύχαις γίνομαι· καὶ θεοῦ καλῶς τὰ παρόντα μὴ βραβεύσαντος οὐ δέομαι πάλιν ἄλλας ἐλπίδας ἐξελέγχειν καὶ παρασκευάς, ἀλλʼ ἀπαλλάξομαι τὴν Τύχην ἐπαινῶν· Μαρτίαις[*](ἐπαινῶν· Μαρτίαις Coraës and Bekker have ἐπαινῶν ὅτι (because) Μαρτίαις κτλ., after Reiske.) εἰδοῖς δοὺς τῇ πατρίδι τὸν ἐμαυτοῦ βίον ἄλλον ἔζησα διʼ ἐκείνην ἐλεύθερον καὶ ἔνδοξον.