Brutus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

καὶ Βροῦτος εὐθὺς ἐξῆγε τοὺς ἱππεῖς κεκοσμημένους διαπρεπῶς, καὶ τὸ πεζὸν οὐ σχολαίτερον παρενέβαλλεν.

ἔτυχον δʼ οἱ περὶ Ἀντώνιον ἀπὸ τῶν ἑλῶν, οἷς περιεστρατοπέδευον, ἐμβάλλοντες τάφρους εἰς τὸ πεδίον καὶ τὰς ἐπὶ θάλασσαν ὁδοὺς τοῦ Κασσίου περικόπτοντες.

ἐφήδρευε δὲ Καῖσαρ, οὐ παρὼν αὐτὸς διʼ ἀσθένειαν, ἀλλʼ ἡ δύναμις, οὐ πάνυ μαχεῖσθαι προσδοκῶσα τοὺς πολεμίους, ἀλλὰ μόνον ἐκδρομαῖς χρῆσθαι πρὸς τὰ ἔργα καὶ βέλεσιν ἐλαφροῖς καὶ θορύβοις τοὺς ὀρύσσοντας ἐπιταράσσειν·

καὶ τοῖς ἀντιτεταγμένοις οὐ προσέχοντες ἐθαύμαζον τὴν περὶ τὰς

p.218
τάφρους κραυγήν ἄσημον οὖσαν καὶ πολλὴν προσφερομένην.

ἐν τούτῳ γραμματείων τε παρὰ Βρούτου τοῖς ἡγεμόσι φοιτώντων, ἐν οἷς ἦν τὸ σύνθημα γεγραμμένον, αὐτοῦ τε παρεξιόντος ἵππῳ τὰ τάγματα καὶ παραθαρρύνοντος, ὀλίγοι μὲν ἔφθασαν ἀκοῦσαι τὸ σύνθημα παρεγγυώμενον, οἱ δὲ πλεῖστοι μὴ προσμείναντες ὁρμῇ μιᾷ καὶ ἀλαλαγμῷπροσεφέροντο τοῖς πολεμίοις.

γενομένης δὲ διʼ ἀταξίαν ταύτην ἀνωμαλίας καὶ διασπασμοῦ τῶν ταγμάτων τὸ Μεσσάλα πρῶτον, εἶτα τὰ συνεζευγμένα παρήλλαττε τὸ Καίσαρος ἀριστερόν·

καὶ βραχέα τῶν ἐσχάτων θιγόντες καὶ καταβαλόντες οὐ πολλούς, ἀλλʼ ὑπερκεράσαντες, ἐμπίπτουσιν εἰς τὸ στρατόπεδον.

καὶ Καῖσαρ μέν, ὡς αὐτὸς ἐν τοῖς ὑπομνήμασιν ἱστορεῖ, τῶν φίλων τινὸς Ἀρτωρίου Μάρκου καθʼ ὕπνον ἰδόντος ὄψιν κελεύουσαν ἐκστῆναι Καίσαρα καὶ μετελθεῖν ἐκ τοῦ χάρακος, ἔφθασε μικρὸν ὑπεκκομισθεὶς ἔδοξέ τε τεθνάναι.

τὸ γὰρ φορεῖον κενὸν ἀκοντίοις καὶ ὑσσοῖς βάλλοντες διήλασαν. ἦν δὲ φόνος ἐν τῷ στρατοπέδῳ τῶν ἁλισκομένων, καὶ δισχίλιοι Λακεδαιμονίων ἥκοντες ἐπίκουροι νεωστὶ συγκατεκόπησαν.

οἱ δὲ μὴκυκλωσάμενοι τοὺς Καίσαρος, ἀλλὰ συμπεσόντες, ῥᾳδίως μὲν ἀπἐτρέψαντο τεταραγμένους, καὶ διέφθειραν ἐν χερσὶν[*](χερσὶν conjectured by Sintenis and Bekker: χερσῖν.) τρία τάγματα, καὶ συνεισέπεσον εἰς τὸ στρατόπεδον τοῖς φεύγουσιν ὑπὸ ῥύμης τοῦ κρατεῖν συνενεχθέντες, μεθʼ ἑαυτῶν ἔχοντες τὸν Βροῦτον·

ὃ δʼ οὐ συνεῖδον οἱ νικῶντες ἐδείκνυε τοῖς ἡττημένοις ὁ καιρός. εἰς

p.220
γὰρ τὰ γυμνὰ καὶ παραρρηγνύμενα τῆς ἐναντίας φάλαγγος, ᾗ τὸ δεξιὸν ἀπεσπάσθη πρὸς τὴν δίωξιν, ὠσάμενοι τὸ μὲν μέσον οὐκ ἐξέωσαν, ἀλλʼ ἀγῶνι μεγάλῳ συνείχοντο, τὸ δʼ εὐώνυμον ἀταξίᾳ καὶ ἀγνοίᾳ τῶν γενομένων ἐτρέψαντο καὶ καταδιώξαντες εἰς τὸν χάρακα διεπόρθουν οὐδετέρου τῶν αὐτοκρατόρων παρόντος.