Brutus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

ὡς δʼἐκεῖ πράττειν οὐδὲν ἦν μέγα καί συνῄεσαν εἰς ταὐτὸ ἤδη Πομπήϊος καί Καῖσαρ ἀγωνιζόμενοι περὶ τῶν ὅλων, ἧκεν εἰς Μακεδονίαν ἐθελοντὴς τοῦ κινδύνου μεθέξων·

ὅτε καί φασι Πομπήϊον ἡσθέντα καί θαυμάσαντα προσιόντος αὐτοῦ καθεζόμενον ἐξαναστῆναι καί περιβαλεῖν ὡς κρείττονα πάντων ὁρώντων.

ἐν δὲ τῇ στρατείᾳ τῆς ἡμέρας

p.134
ὅσα μὴ Πομπηΐῳ συνῆν περὶ λόγους καί βιβλία διέτριβεν, οὐ μόνον τὸν ἄλλον χρόνον, ἀλλὰ καί πρὸ τῆς μεγάλης μάχης.

ἦν μὲν ἀκμὴ θέρους καί καῦμα πολύ πρὸς ἑλώδεσι χωρίοις ἐστρατοπεδευκότων, τῷ δὲ Βρούτῳ οὐ ταχέως ἧκον οἱ τὴν σκηνὴν κομίζοντες.

ἐκπονηθεὶς δὲ περὶ ταῦτα, μεσημβρίας μόλις ἀλειψάμενος καί φαγὼν ὀλίγα, τῶν ἄλλων ἢ καθευδόντων ἢ πρὸς ἐπινοίᾳ καί φροντίδι τοῦ μέλλοντος ὄντων, αὐτὸς ἄχρι τῆς ἑσπέρας ἔγραφε συντάττων ἐπιτομὴν Πολυβίου.

λέγεται δὲ καὶ Καῖσαρ οὐκ ἀμελεῖν τοῦ ἀνδρός, ἀλλὰ καὶ προειπεῖν τοῖς ὑφʼ ἑαυτὸν ἡγεμόσιν ἐν τῇ μάχῃ μὴ κτείνειν Βροῦτον, ἀλλὰ φείδεσθαι, καὶ παρασχόντα μὲν ἑκουσίως ἄγειν, εἰ δὲ ἀπομάχοιτο πρὸς τὴν σύλληψιν, ἐᾶν καὶ μὴ βιάζεσθαι· καὶ ταῦτα ποιεῖν τῇ μητρὶ τοῦ Βρούτου Σερβιλίᾳ χαριζόμενος.

ἐγνώκει γὰρ, ὡς ἔοικε,

paris.1624.986
νεανίας ὢν ἔτι τὴν Σερβιλίαν ἐπιμανεῖσαν αὐτῷ, καὶ καθʼ οὓς μάλιστα χρόνους ὁ ἔρως ἐπέφλεγε γενόμενον τὸν Βροῦτον ἐπέπειστό πως ἐξ ἑαυτοῦ γεγονέναι.