Brutus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

καί τινες αὐτομολίαι γενόμεναι πρὸς τοὺς πολεμίους καί διαβολαὶ καθʼ ἑτέρων καί ὑπόνοιαι πολλοὺς τῶν Κασσίου φίλων μετέστησαν ἐν τῷ συνεδρίῳ πρὸς Βροῦτον.

εἷς δὲ τῶν Βρούτου φίλων Ἀτίλλιος ἠναντιοῦτο, τόν γε χειμῶνα περιμεῖναι κελεύων. ἐρομένου δὲ τοῦ Βρούτου τινὶβελτίων ἔσεσθαι νομίζει μετʼ ἐνιαυτόν, εἰ μηδὲν, εἶπεν, ἄλλο, πλείω βιώσομαι χρόνον.

πρὸς τοῦτο Κάσσιος ἐδυσχέρανε, καί τοῖς ἄλλοις προσέκρουσεν οὐ μετρίως ὁ Ἀτίλλιος. ἐδέδοκτο δὴ μάχεσθαι τῇ ὑστεραίᾳ.

καὶ Βροῦτος μὲν ἐν ἐλπίσι καλαῖς καὶ

p.214
λογισμοῖς φιλοσόφοις γενόμενος παρὰ τὸ δεῖπνον ἀνεπαύετο· Κάσσιον δὲ Μεσσάλας φησὶ δειπνεῖν τε καθʼ ἑαυτόν ὀλίγους τῶν συνήθων παραλαβόντα, καὶ σύννουν ὁρᾶσθαι καὶ σιωπηλόν, οὐ φύσει τοιοῦτον ὄντα·

παυσαμένου δὲ τοῦ δείπνου λαβόμενον τῆς χειρὸς αὐτοῦ σφόδρα τοσοῦτον εἰπεῖν, ὥσπερ εἰώθει φιλοφρονούμενος, Ἑλληνικῇ φωνῇ·

μαρτύρομαί σε,Μεσσάλα, ταὐτὰ Πομπηΐῳ Μάγνῳ πάσχειν, ἀναγκαζόμενος διὰ μιᾶς μάχης ἀναρρῖψαι τὸν περὶ τῆς πατρίδος κύβον. ἀγαθὴν μέντοι ψυχὴν ἔχωμεν εἰς τὴν Τύχην ἀφορῶντες, κἂν βουλευσώμεθα κακῶς, ἀπιστεῖν οὐ δίκαιον.

ταῦτα εἰπόντα φησὶν ό Μεσσάλας τελευταῖα πρὸς αὐτὸν ἀσπάσασθαι τὸν Κάσσιον εἶναι δὲ κεκλημένος εἰς τὴν ὑστεραίαν ἐπὶ δεῖπνον ὑπʼ αὐτοῦ γενέθλιον οὖσαν.