Brutus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

Βροῦτος δὲ καί πρότερον ἔσπευδε τῷ ταχίστῳ τῶν κινδύνων διακριθεὶς ἢ τῇ πατρίδι τὴν ἐλευθερίαν ἀναλαβεῖν ἢ πάντας ἀνθρώπους ἐνοχλουμένους δαπάναις καί στρατείαις καί προστάγμασιν ἀπαλλάξαι κακῶν, καί τότε τοὺς περὶ αὑτὸν ἱππεῖς ὁρῶν ἐν τοῖς προάγωσι καί ταῖς ἁψιμαχίαις εὐημεροῦντας καί κρατοῦντας ἐξῆρτο τὸ φρόνημα·

καί τινες αὐτομολίαι γενόμεναι πρὸς τοὺς πολεμίους καί διαβολαὶ καθʼ ἑτέρων καί ὑπόνοιαι πολλοὺς τῶν Κασσίου φίλων μετέστησαν ἐν τῷ συνεδρίῳ πρὸς Βροῦτον.

εἷς δὲ τῶν Βρούτου φίλων Ἀτίλλιος ἠναντιοῦτο, τόν γε χειμῶνα περιμεῖναι κελεύων. ἐρομένου δὲ τοῦ Βρούτου τινὶβελτίων ἔσεσθαι νομίζει μετʼ ἐνιαυτόν, εἰ μηδὲν, εἶπεν, ἄλλο, πλείω βιώσομαι χρόνον.

πρὸς τοῦτο Κάσσιος ἐδυσχέρανε, καί τοῖς ἄλλοις προσέκρουσεν οὐ μετρίως ὁ Ἀτίλλιος. ἐδέδοκτο δὴ μάχεσθαι τῇ ὑστεραίᾳ.