Brutus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

οἱ δὲ περὶ Βροῦτον καταγνόντες αὐτῶν τῆς ἀπορίας ἢ μικρολογίας, πρῶτον μὲν ἐν ὑπαίθρῳ τὸν στρατὸν, ὥσπερ ἔθος ἐστὶν, ἐκάθηραν, ἔπειθʼ ἱερείων πλήθη κατὰ λόχους καί δραχμὰς ἑκάστῳ πεντήκοντα διαδόντες, εὐνοίᾳ καί προθυμίᾳ τῆς δυνάμεωςπλέον εἶχον.

οὐ μὴν ἀλλὰ σημεῖον ἐν τῷ καθαρμῷ μοχθηρὸν ἔδοξε Κασσίῳ γενέσθαι, τὸν

paris.1624.1002
γὰρ στέφανον αὐτῷ κατεστραμμένον ὁ ῥαβδοῦχος προσήνεγκε.

λέγεται δὲ καί πρότερον ἐν θέᾳ τινὶ καί πομπῇ χρυσῆν Κασσίου Νίκην

p.212
διαφερομένηνπεσεῖν, ὀλισθόντος τοῦ φέροντος.

ἔτι δʼ ὄρνεά τε σαρκοφάγα πολλὰ καθʼ ἡμέραν ἐπεφαίνετο τῷ στρατοπέδῳ, καί μελισσῶν ὤφθησαν ἑσμοὶ συνιστάμενοι περὶ τόπον τινὰ τοῦ χάρακος ἐντός,

ὃν ἐξέκλεισαν οἱ μάντεις ἀφοσιούμενοι τὴν δεισιδαιμονίαν ἀτρέμα καί τόν Κάσσιον αὑτὸν ὑποφέρουσαν ἐκ τῶν Ἐπικούρου λόγων, τοὺς δὲ στρατιώτας παντάπασι δεδουλωμένην.