Brutus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

ἐκεῖ δὲ τῶν περὶ Νορβανὸν ἐν τοῖς Στενοῖς λεγομένοις καὶ περὶ τὸ Σύμβολον στρατοπεδευόντων, περιελθόντες αὐτοὺς ἠνάγκασαν ἀποστῆναι καὶ προέσθαι τὰ χωρία.

μικροῦ δὲ καὶ τὴν δύναμιν αὐτῶν λαβεῖν ἐδέησαν, ὑπολειπομένου διὰ νόσον Καίσαρος, εἰ μὴ προσεβοήθησεν Ἀντώνιος ὀξύτητι θαυμαστῇ

p.210
χρησάμενος, ὥστʼ ἀπιστεῖν τοὺς περὶ Βροῦτον.

ἦλθε δὲ Καῖσαρ ὕστερον ἡμέραις δέκα, καὶ κατεστρατοπέδευσεν ἐναντίον Βρούτου, Κασσίου δὲ Ἀντώνιος.

τὰ δʼ ἐν μέσῳ τῶν στρατοπέδων πεδία Ῥωμαῖοι κάμπους Φιλίππους καλοῦσι· καὶ μέγισται τότε Ῥωμαίων δυνάμεις ἀλλήλαις συνεφέροντο. πλήθει μὲν οὖν οὐ παρʼ ὀλίγον ἐλείποντο τῶν περὶ Καίσαρα, κόσμῳ δʼ ὅπλων καὶ λαμπρότητι θαυμαστὸν ἐξεφάνη τὸ Βρούτου στράτευμα.

χρυσὸς γὰρ ἦν αὐτοῖς τὰ πλεῖστα τῶν ὅπλων καὶ ἄργυρος ἀφειδῶς καταχορηγηθείς, καίπερ εἰς τἆλλα τοῦ Βρούτου σώφρονι διαίτῃ καὶ κεκολασμένῃ χρῆσθαι τοὺς ἡγεμόνας ἐθίζοντος.

τὸν δʼ ἐν χερσὶ καὶ περὶ τὸ σῶμα πλοῦτον ᾤετό τι καὶ φρονήματος παρέχειν τοῖς φιλοτιμοτέροις, τοὺς δὲ φιλοκερδεῖς καὶ μαχιμωτέρους ποιεῖν, ὥσπερ κτημάτων τῶν ὅπλων περιεχομένους.