Brutus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
ἐκεῖ δὲ τῶν περὶ Νορβανὸν ἐν τοῖς Στενοῖς λεγομένοις καὶ περὶ τὸ Σύμβολον στρατοπεδευόντων, περιελθόντες αὐτοὺς ἠνάγκασαν ἀποστῆναι καὶ προέσθαι τὰ χωρία.
μικροῦ δὲ καὶ τὴν δύναμιν αὐτῶν λαβεῖν ἐδέησαν, ὑπολειπομένου διὰ νόσον Καίσαρος, εἰ μὴ προσεβοήθησεν Ἀντώνιος ὀξύτητι θαυμαστῇ
p.210
χρησάμενος, ὥστʼ ἀπιστεῖν τοὺς περὶ Βροῦτον. ἦλθε δὲ Καῖσαρ ὕστερον ἡμέραις δέκα, καὶ κατεστρατοπέδευσεν ἐναντίον Βρούτου, Κασσίου δὲ Ἀντώνιος.