Brutus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
ἐμβαινόντων δὲ τῶν στρατιωτῶν ἐπὶ τὰς πρώτας σημαίας ἀετοὶ δύο συγκατασκήψαντες ὁμοῦ συνδιεκομίζοντο, καὶ παρηκολούθουν ὑπὸ τῶν στρατιωτῶν τρεφόμενοι μέχρι Φιλίππων, ἐκεῖ δʼ ἡμέρᾳ μιᾷ πρὸ τῆς μάχης ᾤχοντο ἀποπτάμενοι.
τὰ μὲν οὖν πλεῖστα τῶν ἐν ποσὶν ἐθνῶν ἐτύγχανεν ὁ Βροῦτος ὑπήκοα πεποιημένος. εἰ δέ τις ἢ πόλις ἢ δυνάστης παρεῖτο, τότε πάντας προσαγόμενοι μέχρι τῆς κατὰ Θάσον θαλάσσης προῆλθον.
ἐκεῖ δὲ τῶν περὶ Νορβανὸν ἐν τοῖς Στενοῖς λεγομένοις καὶ περὶ τὸ Σύμβολον στρατοπεδευόντων, περιελθόντες αὐτοὺς ἠνάγκασαν ἀποστῆναι καὶ προέσθαι τὰ χωρία.
μικροῦ δὲ καὶ τὴν δύναμιν αὐτῶν λαβεῖν ἐδέησαν, ὑπολειπομένου διὰ νόσον Καίσαρος, εἰ μὴ προσεβοήθησεν Ἀντώνιος ὀξύτητι θαυμαστῇ
ἦλθε δὲ Καῖσαρ ὕστερον ἡμέραις δέκα, καὶ κατεστρατοπέδευσεν ἐναντίον Βρούτου, Κασσίου δὲ Ἀντώνιος.
τὰ δʼ ἐν μέσῳ τῶν στρατοπέδων πεδία Ῥωμαῖοι κάμπους Φιλίππους καλοῦσι· καὶ μέγισται τότε Ῥωμαίων δυνάμεις ἀλλήλαις συνεφέροντο. πλήθει μὲν οὖν οὐ παρʼ ὀλίγον ἐλείποντο τῶν περὶ Καίσαρα, κόσμῳ δʼ ὅπλων καὶ λαμπρότητι θαυμαστὸν ἐξεφάνη τὸ Βρούτου στράτευμα.
χρυσὸς γὰρ ἦν αὐτοῖς τὰ πλεῖστα τῶν ὅπλων καὶ ἄργυρος ἀφειδῶς καταχορηγηθείς, καίπερ εἰς τἆλλα τοῦ Βρούτου σώφρονι διαίτῃ καὶ κεκολασμένῃ χρῆσθαι τοὺς ἡγεμόνας ἐθίζοντος.
τὸν δʼ ἐν χερσὶ καὶ περὶ τὸ σῶμα πλοῦτον ᾤετό τι καὶ φρονήματος παρέχειν τοῖς φιλοτιμοτέροις, τοὺς δὲ φιλοκερδεῖς καὶ μαχιμωτέρους ποιεῖν, ὥσπερ κτημάτων τῶν ὅπλων περιεχομένους.