Brutus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
βίᾳ δὴ τότε τῶν παρόντων διωσάμενος τὰς θύρας εἰσῆλθε, μετὰ πλάσματος φωνῆς ἔπη περαίνων οἷς τὸν Νέστορα χρώμενον Ὅμηρος πεποίηκεν
ἀλλὰ πίθεσθʼ· ἄμφω δὲ νεωτέρω ἐστὸν ἐμεῖο,καὶ τὰ ἑξῆς.
ἐφʼοἷς ὁ μὲν Κάσσιος ἐγέλασεν, ὁ δὲ Βροῦτος ἐξέβαλεν αὐτόν ἁπλόκυνα καὶ ψευδόκυνα προσαγορεύων. οὐ μὴν ἀλλὰ τότε τοῦτο τῆς πρὸς ἀλλήλους διαφορᾶς ποιησάμενοι πέρας εὐθὺς διελύθησαν.
καὶ Κασσίου δεῖπνον παρέχοντος ἐκάλει τοὺς φίλους Βροῦτος, ἤδη δὲ κατακειμένων Φαώνιος ἧκε λελουμένος· μαρτυρομένου δὲ Βρούτου μὴ κεκλημένον αὐτόν ἥκειν καὶ κελεύοντος ἀπάγειν ἐπὶ τὴν ἀνωτάτω κλίνην, βίᾳ παρελθὼν εἰς τὴν μέσην κατεκλίθη· καὶ παιδιὰν ὁ πότος ἔσχεν οὐκ ἄχαριν οὐδʼ ἀφιλόσοφον.