Brutus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
Θεόδοτος δέ τις Χῖος, ἐπὶ μισθῷ ῥητορικῶν λόγων διδάσκαλος τῷ βασιλεῖ συνών, ἠξιωμένος δὲ τότε τοῦ συνεδρίου διʼ ἐρημίαν ἀνδρῶν βελτιόνων, ἀμφοτέρους διαμαρτάνοντας ἀπέφαινε, καὶ τοὺς ἀναλαβεῖν καὶ τοὺς ἀφεῖναι κελεύοντας τὸν Πομπήϊον·
ἓν γὰρ εἶναι συμφέρον
καὶ προσεπεῖπε τοῦ λόγου παυόμενος, ὅτι νεκρὸς οὐ δάκνει. προσθεμένου δὲ τῇ γνώμῃ τοῦ συνεδρίου παράδειγμα τῶν ἀπίστων καὶ ἀπροσδοκήτων ἔκειτο Πομπήϊος Μᾶγνος, τῆς Θεοδότου ῥητορείας καὶ δεινότητος ἔργον, ὡς αὐτός ὁ σοφιστὴς ἔλεγε μεγαλαυχούμενος.
ὀλίγῳ δʼ ὕστερον ἐπελθόντος Καίσαρος, οἱ μὲν δίκας τιννύοντες ἀπώλλυντο κακοὶ κακῶς, Θεόδοτος δὲ παρὰ τῆς τύχης χρόνον εἰς ἄδοξον καὶ ἄπορον καὶ πλάνητα βίον ἐπιδανεισάμενος τότε Βροῦτον ἐπιόντα τὴν Ἀσίαν οὐκ ἔλαθεν, ἀλλʼ ἀναχθεὶς καὶ κολασθεὶς ὄνομα τοῦ θανάτου πλέον ἔσχεν ἢ τοῦ βίου.
Κάσσιον δὲ Βροῦτος εἰς Σάρδεις ἐκάλει, καὶ προσιόντι μετὰ τῶν φίλων ἀπήντησε· καὶ πᾶς ὁ στρατὸς ὡπλισμένος αὐτοκράτορας ἀμφοτέρους προσηγόρευσεν.