Brutus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
Θεόδοτος δέ τις Χῖος, ἐπὶ μισθῷ ῥητορικῶν λόγων διδάσκαλος τῷ βασιλεῖ συνών, ἠξιωμένος δὲ τότε τοῦ συνεδρίου διʼ ἐρημίαν ἀνδρῶν βελτιόνων, ἀμφοτέρους διαμαρτάνοντας ἀπέφαινε, καὶ τοὺς ἀναλαβεῖν καὶ τοὺς ἀφεῖναι κελεύοντας τὸν Πομπήϊον·
ἓν γὰρ εἶναι συμφέρον
p.200
ἐκ τῶν παρόντων, δεξαμένους ἀποκτεῖναι. καὶ προσεπεῖπε τοῦ λόγου παυόμενος, ὅτι νεκρὸς οὐ δάκνει. προσθεμένου δὲ τῇ γνώμῃ τοῦ συνεδρίου παράδειγμα τῶν ἀπίστων καὶ ἀπροσδοκήτων ἔκειτο Πομπήϊος Μᾶγνος, τῆς Θεοδότου ῥητορείας καὶ δεινότητος ἔργον, ὡς αὐτός ὁ σοφιστὴς ἔλεγε μεγαλαυχούμενος.