Brutus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

Βροῦτος δὲ τὴν Παταρέων πόλιν ὁρῶν ἀπισχυριζομένην πρὸς αὐτόν, ὤκνει μὲν ἐπιχειρεῖν καὶ διηπορεῖτο, τὴν αὐτὴν δεδιὼς ἀπόνοιαν, ἔχων

p.198
δὲ γυναῖκας αὐτῶν αἰχμαλώτους ἀφῆκεν ἄνευ λύτρων.

αἱ δʼἀνδρῶν τε καὶ πατέρων ἐπιφανῶν οὖσαι διηγούμεναι τὸν Βροῦτον, ὡς ἀνὴρ εἴη σωφρονέστατος καὶ δικαιότατος, ἔπεισαν εἶξαι καὶ παραδοῦναι τὴν πόλιν.

ἐκ δὲ τούτου καὶ πάντες οἱ λοιποὶ προσεχώρησαν ἐπιτρέψαντες ἑαυτοὺς ἐκείνῳ, τυχόντες δὲ χρηστοῦ καὶ παρʼ ἐλπίδας εὐγνώμονος,

ὅς γε, Κασσίου Ῥοδίους ὑπὸ τὸν αὐτὸν χρόνον ἀναγκάσαντος ἰδίᾳ μὲν ὃν ἐκέκτηντο χρυσὸν καὶ ἄργυρον εἰσενεγκεῖν ἅπαντας (ἐξ οὗσυνήχθη περὶ ὀκτακισχίλια τάλαντα), δημοσίᾳ δὲ τὴν πόλιν ἄλλοις πεντακοσίοις ζημιώσαντος, αὐτὸς ἑκατὸν καὶ πεντήκοντα τάλαντα Λυκίους πραξάμενος, ἄλλο δὲ οὐδὲν ἀδικήσας, ἀνέζευξεν ἐπʼ Ἰωνίας.