Brutus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

ὤφθη δὲ τῆς πόλεως διαφθαρείσης γυνή κρεμαμένη μὲν ἐξ ἀγχόνης, παιδίον δὲ νεκρὸν ἐξηρτημένη τοῦ τραχήλου, λαμπάδι δὲ καιομένῃ τὴν οἰκίαν ὑφάπτουσα.

καὶ τοῦ θεάματος τραγικοῦ φανέντος ἰδεῖν μὲν οὐχ ὑπέμεινεν ὁ Βροῦτος, ἐδάκρυσε δὲ ἀκούσας· καὶ γέρας ἐκήρυξε τῶν στρατιωτῶν ὅστις ἂν δυνηθῇ Λύκιον ἄνδρα περισῶσαι. φασὶ δὲ μόνους ἑκατὸν πεντήκοντα γενέσθαι τοὺς μὴ διαφυγόντας τὸ σωθῆναι.

Ξάνθιοι μὲν οὖν διὰ πολλῶν χρόνων ὥσπερ εἱμαρμένην

paris.1624.999
περίοδον διαφθορᾶς ἀποδιδόντες τὴν τῶν προγόνων ἀνενεώσαντο τῇ τόλμῃ τύχην καὶ γὰρ ἐκεῖνοι τὴν πόλιν ὁμοίως ἐπὶ τῶν Περσικῶν κατακαύσαντες ἑαυτοὺς διέφθειραν.