Brutus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

τοῦ δὲ ποταμοῦ παρὰ τὴν πόλιν παραρρέοντος ὑπονηχόμενοι διεδίδρασκον. ἡλίσκοντο δὲ δικτύων διὰ πόρου καθιεμένων εἰς βυθόν, ὧν τὰ ἄκρα κώδωσι προσηρτημένοις διεσήμαινεν εὐθὺς τὸν ἐνσχεθέντα.

μηχαναῖς δέ τισι τῶν Ξανθίων νύκτωρ ἐπιδραμόντων Καὶ πῦρ ἐμβαλόντων, ὡς ἀπεκλείσθησαν αἰσθομένων τῶν Ῥωμαίων πρὸς τὸ τεῖχος Καὶ πνεῦμα λαμπρὸν ἀνερρίπιζεν ἐπὶ τὰς ἐπάλξεις τὴν φλόγα τῶν ἐγγὺς οἰκιῶν ἀντιλαμβανομένην, δείσας ὁ Βροῦτος ὑπὲρ τῆς πόλεως ἐκέλευσε κατασβεννύναι Καὶ βοηθεῖν.

τοὺς δὲ Λυκίους δεινή τις ἐξαίφνης πρὸς ἀπόνοιαν ὁρμὴ καὶ λόγου κρείσσων κατέσχεν, ἣν ἄν τις ἔρωτι θανάτου μάλιστα προσεικάσειεν·