Brutus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

ἐπεὶ δὲ Ναυκράτης ὁ δημαγωγὸς ἀνέπεισε τὰς πόλεις ἀφίστασθαι Καὶ

p.194
λόφους τινὰς ὡς εἴρξοντες παρόδου τὸν Βροῦτον κατελάβοντο, πρῶτον μὲν ἀριστοποιουμένοις αὐτοῖς ἐπέπεμψεν ἱππεῖς, ὑφʼ ὧν ἑξακόσιοι διεφθάρησαν,

ἔπειτα τὰ χωρία καὶ πολίχνας λαμβάνων ἀπέλυεν ἄνευ λύτρων ἅπαντας ὡς προσαξόμενος εὐνοίᾳ τὸ ἔθνος.

οἱ δʼ ἦσαν αὐθάδεις, ἃμὲν ἐβλάπτοντο πρὸς ὀργὴν τιθέμενοι, τῆς δʼ ἐπιεικείας καὶ φιλανθρωπίας καταφρονοῦντες, ἄχρι οὗ συνελάσας εἰς Ξάνθον αὐτῶν τοὺς μαχιμωτάτους ἐπολιόρκει.

τοῦ δὲ ποταμοῦ παρὰ τὴν πόλιν παραρρέοντος ὑπονηχόμενοι διεδίδρασκον. ἡλίσκοντο δὲ δικτύων διὰ πόρου καθιεμένων εἰς βυθόν, ὧν τὰ ἄκρα κώδωσι προσηρτημένοις διεσήμαινεν εὐθὺς τὸν ἐνσχεθέντα.

μηχαναῖς δέ τισι τῶν Ξανθίων νύκτωρ ἐπιδραμόντων Καὶ πῦρ ἐμβαλόντων, ὡς ἀπεκλείσθησαν αἰσθομένων τῶν Ῥωμαίων πρὸς τὸ τεῖχος Καὶ πνεῦμα λαμπρὸν ἀνερρίπιζεν ἐπὶ τὰς ἐπάλξεις τὴν φλόγα τῶν ἐγγὺς οἰκιῶν ἀντιλαμβανομένην, δείσας ὁ Βροῦτος ὑπὲρ τῆς πόλεως ἐκέλευσε κατασβεννύναι Καὶ βοηθεῖν.