Brutus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
Βροῦτον δὲ λέγουσι διʼ ἀρετὴν φιλεῖσθαι μὲν ὑπὸ τῶν πολλῶν, ἐρᾶσθαι δʼ ὑπὸ τῶν φίλων, θαυμάζεσθαι δʼ ὑπὸ τῶν ἀρίστων, μισεῖσθαι δὲ μηδʼ ὑπὸ τῶν πολεμίων, ὅτι πρᾷος ὁ ἀνὴρ διαφερόντως καὶ
καὶ μέγιστον ὑπῆρχεν αὐτῷ πρὸς εὔνοιαν καὶ δόξαν ἡ τῆς προαιρέσεως πίστις. οὔτε γὰρ ἐκεῖνος ὁ μέγας Πομπήϊος, εἰ Καίσαρα καθεῖλεν, ἠλπίζετο βεβαίως προήσεσθαι τοῖς νόμοις τὴν δύναμιν, ἀλλʼ ἀεὶ τὰ πράγματα καθέξειν, ὑπατείας ὀνόματι καὶ δικτατορίας ἤ τινος ἄλλης μαλακωτέρας ἀρχῆς παραμυθούμενος τὸν δῆμον·
Κάσσιόν δὲ τοῦτον, σφοδρὸν ἄνδρα καὶ θυμοειδῆ καὶ πολλαχοῦ πρὸς τὸ κερδαλέον ἐκφερόμενον τοῦ δικαίου, παντὸς μᾶλλον ᾤοντο πολεμεῖν καὶ πλανᾶσθαι καὶ κινδυνεύειν αὑτῷ τινα δυναστείαν κατασκευαζόμενον, οὐκ ἐλευθερίαν τοῖς πολίταις.
τὰ μὲν γὰρ ἔτι τούτων πρεσβύτερα, Κίνναι καὶ Μάριοι καὶ Κάρβωνες, ἆθλον ἐν μέσῳ καὶ λείαν προθέμενοι τὴν πατρίδα, μονονουχὶ ῥητῶς ὑπὲρ τυραννίδος ἐπολέμησαν.
Βρούτῳ δὲ λέγουσι μηδὲ τοὺς ἐχθροὺς προσβάλλειν τοιαύτην δμεαβολήν, ἀλλʼ Ἀντωνίου γε καὶ πολλοὺς ἀκοῦσαι λέγοντος ὡς μόνον οἴοιτο Βροῦτον ἐπιθέσθαι Καίσαρι προαχθέντα τῇ λαμπρότητι καὶ τῷ φαινομένῳ καλῷ τῆς πράξεως, τοὺς δʼ ἄλλους ἐπὶ τὸν ἄνδρα συστῆναι μισοῦντας καὶ φθονοῦντας.