Brutus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

κἂν μὴ νῦν ἡττηθῇ μετʼ ἐκείνου, μικρὸν ὕστερον ἐκείνῳ μαχεῖται. ταῦτα μὲν οὖν ἀποθεσπίσαι καλῶς πρὸς τὸ μέλλον ἔοικεν.

ἐν δὲ τῇΣμύρνῃ τότε τῶν χρημάτων,

paris.1624.998
ἃ πολλὰ συνειλόχει Κάσσιος, ἠξίου μεταλαβεῖν τὰ γὰρ ὄντα κατανηλωκέναι ναυπηγούμενος στόλον τοσοῦτον ᾧ πᾶσαν ὑφʼ ἑαυτοῖς ἕξουσι τὴν ἐντὸς θάλασσαν.

οὐκ εἴων μὲν οὖν τὸν Κάσσιον οἱ φίλοι διδόναι, λέγοντες ὡς οὐ δίκαιον, ἃ σὺ φειδόμενος διαφυλάττεις Καὶ φθόνῳ συνάγεις, ἐκεῖνον λαβόντα δημαγωγεῖν Καὶ χαρίζεσθαι τοῖς στρατιώταις· οὐ μὴν ἀλλʼ ἔδωκεν αὐτῷ τρίτον μέρος ἁπάντων.

καὶ πάλιν διαστάντες ἐπὶ τὰς προσηκούσας ἑκατέρῳ πράξεις, Κάσσιος μὲν ἑλὼν Ῥόδον οὐκ ἐπιεικῶς ἐχρῆτο τοῖς πράγμασι, Καὶ ταῦτα περὶ τὴν εἴσοδον τοῖς προσαγορεύουσιν αὐτὸν βασιλέα Καὶ κύριον ἀποκρινάμενος· οὔτε βασιλεὺς οὔτε κύριος, τοῦ δὲ κυρίου Καὶ βασιλέως φονεὺς Καὶ κολαστής. Βροῦτος δὲ Λυκίους ᾔτει χρήματα Καὶ στρατόν.