Brutus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

ἦν οὖν ἡδονή τε μεγάλη καὶ θάρσος αὐτοῖς ἐκ τῆς παρούσης ἑκατέρῳ δυνάμεως. ὁρμήσαντες γὰρ ἐκ τῆς Ἰταλίας ὅμοια φυγάδων τοῖς ἀτιμοτάτοις ἀχρήματοι καὶ ἄνοπλοι, μὴ ναῦν ἑνήρη, μὴ στρατιώτην ἕνα, μὴ πόλιν ἔχοντες, οὐ πολλοῦ πάνυ χρόνου διαγενομένου συνῆλθον εἰς ταὐτό καὶ ναυσὶ καὶ πεζῷ καὶ ἵπποις καὶ χρήμασιν ἀξιόμαχοι διαγωνίσασθαι περὶ τῆς Ῥωμαίων ἡγεμονίας ὄντες.

ἐβούλετο μὲν οὖν ἴσον ἔχειν τιμῆς καὶ παρέχειν ὁ Κάσσιος, ἔφθανε δʼ ὁ Βροῦτος ὡς τὰ πολλὰ φοιτῶν πρὸς αὐτόν ἡλικίᾳ τε προὔχοντα καὶ σώματι πονεῖν ὁμοίως μὴ δυναμένῳ χρώμενον.

ἦν δὲδόξα Κάσσιον μὲν εἶναι δεινὸν ἐν τοῖς πολεμικοῖς, ὀργῇ δὲ τραχὺν καὶ φόβῳ μᾶλλον ἄρχοντα, πρὸς δὲ τοὺς συνήθεις ὑγρότερον τῷγελοίῳ καὶ φιλοσκώπτην·

Βροῦτον δὲ λέγουσι διʼ ἀρετὴν φιλεῖσθαι μὲν ὑπὸ τῶν πολλῶν, ἐρᾶσθαι δʼ ὑπὸ τῶν φίλων, θαυμάζεσθαι δʼ ὑπὸ τῶν ἀρίστων, μισεῖσθαι δὲ μηδʼ ὑπὸ τῶν πολεμίων, ὅτι πρᾷος ὁ ἀνὴρ διαφερόντως καὶ

p.190
μεγαλόφρων καὶ πρὸς πᾶσαν ὀργὴν καὶ ἡδονὴν καὶ πλεονεξίαν ἀπαθής, ὄρθιον δὲ τὴν γνώμην καὶ ἄκαμπτον ἑστῶσαν ὑπὲρ τοῦ καλοῦ καὶ δικαίου διαφυλάττων.

καὶ μέγιστον ὑπῆρχεν αὐτῷ πρὸς εὔνοιαν καὶ δόξαν ἡ τῆς προαιρέσεως πίστις. οὔτε γὰρ ἐκεῖνος ὁ μέγας Πομπήϊος, εἰ Καίσαρα καθεῖλεν, ἠλπίζετο βεβαίως προήσεσθαι τοῖς νόμοις τὴν δύναμιν, ἀλλʼ ἀεὶ τὰ πράγματα καθέξειν, ὑπατείας ὀνόματι καὶ δικτατορίας ἤ τινος ἄλλης μαλακωτέρας ἀρχῆς παραμυθούμενος τὸν δῆμον·

Κάσσιόν δὲ τοῦτον, σφοδρὸν ἄνδρα καὶ θυμοειδῆ καὶ πολλαχοῦ πρὸς τὸ κερδαλέον ἐκφερόμενον τοῦ δικαίου, παντὸς μᾶλλον ᾤοντο πολεμεῖν καὶ πλανᾶσθαι καὶ κινδυνεύειν αὑτῷ τινα δυναστείαν κατασκευαζόμενον, οὐκ ἐλευθερίαν τοῖς πολίταις.