Brutus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

τὰς γὰρ ἐφιδρώσεις παρέχειν δοκεῖ τὸ θερμὸν

p.182
ἀπαντῶντι τῷ ψυχρῷ περὶ τὴν ἐπιφάνειαν σβεννύμενον. ὑπὲρ ὧν ἐν ἑτέροις μᾶλλον ἠπόρηται.

Λιποθυμοῦντος δὲ τοῦ Βρούτου καὶ μηδενὸς ἔχοντος ἐν τῷ στρατοπέδῳ μηδὲν ἐδώδιμον, ἠναγκάσθησαν οἱ περὶ αὐτὸν ἐπὶ τοὺς πολεμίους καταφυγεῖν καὶ ταῖς πύλαις προσελθόντες ἄρτον ᾔτουν τοὺς φύλακας.

οἱ δὲδιακούσαντες τὸ σύμπτωμα τοῦ Βρούτου παρῆσαν αὐτοί καὶ σιτία καὶ ποτὰ κομίζοντες, ἀνθʼ ὧν ὁ Βροῦτος, ὡς τὴν πόλιν παρέλαβεν, οὐ μόνον τούτοις, ἀλλὰ καὶ πᾶσι διὰ τούτους φιλανθρώπως ἐχρήσατο.

Γάϊος δʼ Ἀντώνιος Ἀπολλωνίᾳ προσβαλὼν ἐκεῖ τοὺς ἐγγὺς ὄντας ἐκάλει στρατιώτας. ἐπεὶ δʼ οὗτοί τε πρὸς Βροῦτον ᾤχοντο καὶ τοὺς Ἀπολλωνιάτας ᾔσθετο τὰ Βρούτου φρονοῦντας,

paris.1624.996
ἐκλιπὼν τὴν πόλιν εἰς Βουθρωτὸν ἐβάδιζε.

καὶ πρῶτον μὲν ἀπόλλυσι τρεῖς σπείρας καθʼ ὁδὸν ὑπὸ Βρούτου κατακοπείσας· ἔπειτα τοὺς περὶ τὴν Βυλλίδα τόπους προκαταληφθέντας ἐπιχειρῶν ἐκβιάζεσθαι καὶ μάχην συνάψας Κικέρωνι νικᾶται. τούτῳ γὰρ ὁ Βροῦτος ἐχρῆτο στρατηγῷ καὶ πολλὰ διʼ αὐτοῦ κατώρθωσε.

λαβὼν δὲ τὸν Γάϊον ἐν χωρίοις ἑλώδεσι μακρὰν διεσπασμένον οὐκ εἴασεν ἐμβαλεῖν, ἀλλὰ περιίππευσε, φείδεσθαι κελεύων, ὡς μετὰ μικρὸν ἰδίων ἐσομένων. ὃ καὶ συνέβη, παρέδοσαν γὰρ ἑαυτοὺς καὶ τὸν στρατηγόν, ὥστε μεγάλην ἤδη περὶ τὸν Βροῦτον δύναμιν εἶναι.