Brutus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
τὰς γὰρ ἐφιδρώσεις παρέχειν δοκεῖ τὸ θερμὸν
p.182
ἀπαντῶντι τῷ ψυχρῷ περὶ τὴν ἐπιφάνειαν σβεννύμενον. ὑπὲρ ὧν ἐν ἑτέροις μᾶλλον ἠπόρηται. Λιποθυμοῦντος δὲ τοῦ Βρούτου καὶ μηδενὸς ἔχοντος ἐν τῷ στρατοπέδῳ μηδὲν ἐδώδιμον, ἠναγκάσθησαν οἱ περὶ αὐτὸν ἐπὶ τοὺς πολεμίους καταφυγεῖν καὶ ταῖς πύλαις προσελθόντες ἄρτον ᾔτουν τοὺς φύλακας.
οἱ δὲδιακούσαντες τὸ σύμπτωμα τοῦ Βρούτου παρῆσαν αὐτοί καὶ σιτία καὶ ποτὰ κομίζοντες, ἀνθʼ ὧν ὁ Βροῦτος, ὡς τὴν πόλιν παρέλαβεν, οὐ μόνον τούτοις, ἀλλὰ καὶ πᾶσι διὰ τούτους φιλανθρώπως ἐχρήσατο.
Γάϊος δʼ Ἀντώνιος Ἀπολλωνίᾳ προσβαλὼν ἐκεῖ τοὺς ἐγγὺς ὄντας ἐκάλει στρατιώτας. ἐπεὶ δʼ οὗτοί τε πρὸς Βροῦτον ᾤχοντο καὶ τοὺς Ἀπολλωνιάτας ᾔσθετο τὰ Βρούτου φρονοῦντας,
paris.1624.996
ἐκλιπὼν τὴν πόλιν εἰς Βουθρωτὸν ἐβάδιζε.