Brutus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

ἀρξάμενος δὲ τῶν πραγμάτων ἀναφανδὸν ἅπτεσθαι, καί πυθόμενος πλοῖα Ῥωμαϊκὰ μεστὰ χρημάτων ἐξ Ἀσίας προσφέρεσθαι καί στρατηγὸν ἐπιπλεῖν ἄνδρα χαρίεντα καί γνώριμον, ἀπήντησεν αὐτῷ περὶ Κάρυστον·

ἐντυχὼν δὲ καί πείσας καί παραλαβὼν τὰ πλοῖα λαμπροτέραν ὑποδοχὴν ἐποιεῖτο. καί γὰρ ἦν ἡμέρα καθʼ ἣν ἐγεγόνει πρῶτον ὁ Βροῦτος,

ὡς οὖν ἐλθόντες εἰς τὸ πίνειν ἐπιχύσεις ἐποιοῦντο νίκης τε Βρούτου καὶ Ῥωμαίων ἐλευθερίας, ἔτι μᾶλλον αὐτοὺς ῥῶσαι βουλόμενος ᾔτησε ποτήριον μεῖζον καί λαβὼν, ἀπʼ οὐδεμιᾶς προφάσεως ἀνεφώνησε τὸν στίχον τοῦτον·

ἀλλά με μοῖρʼ ὀλοὴ καί Λητοῦς ἔκτανεν υἱός.

ἔτι δὲ καί πρὸς τούτοις ἱστοροῦσιν, ὅτε τὴν τελευταίαν ἐν Φιλίπποις μαχούμενος ἐξῄει μάχην, σύνθημα παρʼ αὐτοῦ τοῖς στρατιώταις Ἀπόλλωνα δοθῆναι. διὸ καί τῆς συμφορᾶς τίθενται σημεῖον ἐκείνην τὴν ἀναφώνησιν.

p.180

ἐκτούτου πεντήκοντα μὲν αὐτῷ μυριάδας Ἀντίστιος ἀφʼ ὧν ἦγε καὶ αὐτὸς εἰς Ἰταλίαν χρημάτων δίδωσιν, ὅσοι δὲ περὶ Θεσσαλίαν ἔτι τῆς Πομπηΐου στρατιᾶς ἐπλανῶντο συνέρρεον ἀσμένως πρὸς αὐτόν ἱππεῖς δὲ πεντακοσίους ἀφείλετο Κίννα πρὸς Δολοβέλλαν ἄγοντος εἰς Ἀσίαν.

ἐπιπλεύσας τε τῇ Δημητριάδι, πολλῶν ὅπλων ἐξαγομένων πρὸς Ἀντώνιον, ἃ Καίσαρος τοῦ προτέρου κελεύσαντος ἐπὶ τὸν Παρθικὸν ἐποιήθη πόλεμον, ἐκράτησεν.

Ὁρτησίου δὲ τοῦ στρατηγοῦ παραδόντος αὐτῷ Μακεδονίαν, καὶ τῶν ἐν κύκλῳ βασιλέων καὶ δυναστῶν συνισταμένων καὶ προστιθεμένων, ἀγγέλλεται Γάϊος, ὁ Ἀντωνίου ἀδελφὸς, ἐξ Ἰταλίας διαβεβηκὼς βαδίζειν εὐθὺς ἐπὶ τὰς δυνάμεις ἃς ἐν Ἐπιδάμνῳ καὶ Ἀπολλωνίᾳ Βατίνιος συνεῖχε.

βουλόμενος οὖν φθάσαι καὶ προλαβεῖν ὁ Βροῦτος ἐξαίφνης ἀναστήσας τοὺς σὺν αὐτῷ διὰ χωρίων χαλεπῶν νιφόμενος ἐπορεύετο· καὶ πολὺ προῆλθε τοὺς κομίζοντας τὸ ἄριστον, ἐγγὺς οὖν Ἐπιδάμνου γενόμενος διὰ κόπον καὶ ψῦχος ἐβουλιμίασε.

συμπίπτει δὲ μάλιστα τὸ πάθος χιόνος οὔσης πονοῦσι καὶ κτήνεσι καὶ ἀνθρώποις, εἴτε τοῦ θερμοῦ διὰ περίψυξιν καὶ πύκνωσιν, ὅταν ἐντὸς ἅπαν καθειρχθῇ, τὴν τροφὴν ἁθρόως ἀναλίσκοντος, εἴτε δριμεῖα καὶ λεπτὴ τῆς χιόνος διαλυομένης ἰοῦσα πνοὴ τέμνει τὸ σῶμα καὶ διαφθείρει τὸ θερμὸν ἐξ αὐτοῦ θύραζε διασπειρόμενον.