Brutus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

ἐν τοιαύτῃ δὲ καταστάσει τῶν πραγμάτων ὄντων ἑτέρα γίνεται μεταβολή τοῦ νέου Καίσαρος ἐπελθόντος. οὗτος ἦν μὲν ἐξ ἀδελφιδῆς Καίσαρος, γράμματι δὲ παῖς ὑπʼ αὐτοῦ καὶ κληρονόμος ἀπολελειμμένος.

ἐν δʼἈπολλωνίᾳ διέτριβεν ὅτε Καῖσαρ ἀνῃρέθη, σχολάζων περὶ λόγους κἀκεῖνον ἐπὶ Πάρθους ἐλαύνειν εὐθὺς ἐγνωκότα προσμένων.

ἅμα δὲ τῷ πυθέσθαι τὸ πάθος ἦλθεν εἰς Ῥώμην· καὶ δημαγωγίας ἀρχὴν τοὔνομα Καίσαρος θέμενος ἑαυτῷ καὶ διανέμων τὸ καταλειφθὲν ἀργύριον τοῖς πολίταις Ἀντώνιόν τε κατεστασίαζε καὶ χρήματα διαδιδοὺς συνίστη καὶ συνῆγε πολλοὺς τῶν ὑπὸ Καίσαρος ἐστρατευμένω.[*](ἐστρατευμένω as in xxi. 2: στρατευομένων)

ἐπεὶ δὲ Κικέρων τῷ πρὸς Ἀντώνιον μίσει τὰ Καίσαρος ἔπραττε, τούτῳ μὲν ὁ Βροῦτος ἐπέπληττεν ἰσχυρῶς, γράφων ὡς οὐ δεσπότην βαρύνοιτο Κικέρων, ἀλλὰ μισοῦντα δεσπότην φοβοῖτο, καὶ πολιτεύοιτο δουλείας αἵρεσιν φιλανθρώπου γράφων καὶ λέγων ὡς χρηστός ἐστι Καῖσαρ. οἱ δὲ πρόγονοι, φησὶν, ἡμῶν οὐδὲ πρᾴουςδεσπότας ὑπέμενον.

αὐτῷ δʼ εἰς τοῦτο καιροῦ μήτε πολεμεῖν βεβαίως δεδόχθαι μήτε ἡσυχάζειν, ἀλλʼ ἓν μόνον εἶναι βεβουλευμένον, τὸ μὴ δουλεύειν·