Brutus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

ἤδη δὲ καὶ ὁ δῆμος ἀχθόμενος, Ἀντωνίου σχεδὸν εἰς μοναρχίαν καθισταμένου, Βροῦτον ἐπόθει καὶ προσεδοκᾶτο τὰς θέας ἄξειν παρὼν αὐτός, ἃς ὤφειλε στρατηγῶν παρασχεῖν.

αἰσθόμενος δὲ πολλοὺς τῶν ὑπὸ Καίσαρος ἐστρατευμένων καὶ γῆν καὶ πόλεις παρʼ ἐκείνου λαβόντων ἐπιβουλεύοντας αὐτῷ καὶ κατʼ ὀλίγους παρεισρέοντας εἰς τὴν πόλιν οὐκ ἐθάρρησεν ἐλθεῖν, ἀλλʼ ὁ δῆμος ἐθεᾶτο μὴ παρόντος ἐκείνου

paris.1624.994
τὰς θέας, ἀφειδῶς πάνυ χορηγουμένας καὶ περιττῶς.

θηρία τε γὰρ πάμπολλα συνεωνημένος ἐκέλευσε μηδὲν ἀποδόσθαι μηδʼ ὑπολιπεῖν, ἀλλὰ πᾶσι καταχρήσασθαι, καὶ τῶν περὶ τὸν Διόνυσον τεχνιτῶν αὐτὸς εἰς Νέαν πόλιν καταβὰς ἐνέτυχε πλείστοις·

περὶ δὲ Κανουτίου τινὸς εὐημεροῦντος ἐν τοῖς θεάτροις ἔγραφε πρὸς τοὺς φίλους ὅπως πείσαντες αὐτὸν εἰσαγάγωσιν Ἑλλήνων γὰρ οὐδένα βιασθῆναι προσήκειν. ἔγραφε δὲ καὶ Κικέρωνι, πάντως παρατυχεῖν ταῖς θέαις δεόμενος.

p.174