Brutus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
ἀλλʼ ἐκεῖνοι μὲν εὖ πεφραγμένοι πρότερον ἀπεκρούσαντο τὸν κίνδυνον ἦν δέ τις Κίννας, ποιητικὸς ἀνὴρ, οὐδὲν τῆς αἰτίας μετέχων, ἀλλὰ καὶ φίλος Καίσαρος γεγονώς.
οὗτος ὄναρ ᾤετο καλούμενος ὑπὸ Καίσαρος ἐπὶ δεῖπνον ἀρνεῖσθαι, τὸν δὲ λιπαρεῖν καὶ βιάζεσθαι, τέλος δʼ ἄγειν λαβόμενον τῆς χειρὸς εἰς ἀχανῆ τόπον καὶ σκοτεινόν, αὐτὸν δʼ ἄκοντα καὶ τεθαμβημένον ἕπεσθαι.
ταύτην ἰδόντι τὴν ὄψιν αὐτῷ συνέβη πυρέττειν διὰ νυκτός· ὅμως δʼ ἕωθεν ἐκκομιζομένου τοῦ σώματος αἰδούμενος μὴ παρεῖναι προῆλθεν εἰς τὸν ὄχλον ἤδη διαγριαινόμενον.
ὀφθεὶς δὲ καὶ δόξας οὐχ ὅσπερ ἦν Κίννας εἶναι, ἀλλʼ ἐκεῖνος ὁ Καίσαρα πρὸς τὴν ἐκκλησίαν ἔναγχος λοιδορήσας, διεσπάσθη.
τοῦτο τὸ πάθος μάλιστα μετά γε τὴν Ἀντωνίου μεταβολὴν δείσαντες οἱ περὶ Βροῦτον ἀνεχώρησαν ἐκ τῆς πόλεως· καὶ διέτριβον ἐν Ἀντίῳ τὸ πρῶτον ὡς, ὅταν παρακμάσῃ καὶ μαρανθῇ τὸ τῆς ὀργῆς, αὖθις εἰς Ῥώμην κατιόντες.