Brutus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

μετὰ δὲ ταῦτα περὶ τῶν Καίσαρος διαθηκῶν καὶ ταφῆς αὐτοῦ λόγων ἐμπεσόντων, καὶ τῶν περὶ τὸν Ἀντώνιον ἀξιούντων τάς τε διαθήκας ἀναγνωσθῆναι καὶ τοῦ σώματος ἐκφορὰν γενέσθαι μὴ κεκρυμμένην μηδʼ ἄτιμον, ὡς μὴ καὶ τοῦτο παροξύνῃ τὸν δῆμον, Κάσσιος μὲν ἰσχυρῶς ἀντέλεγεν, εἶξε δὲ Βροῦτος καὶ συνεχώρησε, δεύτερον ἁμαρτεῖν τοῦτο δόξας.

καὶ γὰρ Ἀντωνίου φεισάμενος αἰτίαν ἔσχεν ἐπιτειχίσαι τῇ συνωμοσίᾳ βαρὺν καὶ δύσμαχον πολέμιον, καὶ τὰ περὶ τὴν ταφὴν ὃν ὁ Ἀντώνιος ἠξίου τρόπον ἐάσας γενέσθαι τοῦ παντὸς σφαλῆναι.

πρῶτον μὲν γὰρ ἐν ταῖς διαθήκαις δεδομένων κατʼ ἄνδρα Ῥωμαίοις πᾶσι δραχμῶν ἑβδομήκοντα πέντε καὶ τῷ δήμῳ τῶν πέραν τοῦ ποταμοῦ κήπων ἀπολελειμμένων, οὗ νῦν ἐστι Τύχης ἱερόν, εὔνοια θαυμαστὴ καὶ πόθος αὐτοῦ τοὺς πολίτας εἷλεν·