Brutus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
καὶ Κάσσιον μὲν Ἀντώνιος εἱστία παραλαβών, Βροῦτον δὲ Λέπιδος, τοὺς δὲ ἄλλους, ὥς τις εἶχε πρὸς ἕκαστον ἢ συνηθείας ἢ φιλοφροσύνης.
ἅμα δʼ ἡμέρᾳ πάλιν συνελθόντες οἱ βουλευταὶ πρῶτον μὲν Ἀντωνίῳ τιμὰς ἔδοσαν ὡς καταπαύσαντι πολέμων ἐμφυλίων ἀρχήν ἔπειτα τῶν περὶ Βροῦτον ἦσαν ἔπαινοι τῶν παρόντων, καὶ τέλος ἐπαρχιῶν διανομαί.
Βρούτῳ μὲν γὰρ ἐψηφίσαντο Κρήτην,
μετὰ δὲ ταῦτα περὶ τῶν Καίσαρος διαθηκῶν καὶ ταφῆς αὐτοῦ λόγων ἐμπεσόντων, καὶ τῶν περὶ τὸν Ἀντώνιον ἀξιούντων τάς τε διαθήκας ἀναγνωσθῆναι καὶ τοῦ σώματος ἐκφορὰν γενέσθαι μὴ κεκρυμμένην μηδʼ ἄτιμον, ὡς μὴ καὶ τοῦτο παροξύνῃ τὸν δῆμον, Κάσσιος μὲν ἰσχυρῶς ἀντέλεγεν, εἶξε δὲ Βροῦτος καὶ συνεχώρησε, δεύτερον ἁμαρτεῖν τοῦτο δόξας.
καὶ γὰρ Ἀντωνίου φεισάμενος αἰτίαν ἔσχεν ἐπιτειχίσαι τῇ συνωμοσίᾳ βαρὺν καὶ δύσμαχον πολέμιον, καὶ τὰ περὶ τὴν ταφὴν ὃν ὁ Ἀντώνιος ἠξίου τρόπον ἐάσας γενέσθαι τοῦ παντὸς σφαλῆναι.