Brutus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

οὐμὴν ἀλλὰ τῇ ὑστεραίᾳ τῆς βουλῆς συνελθούσης εἰς τὸ τῆς Γῆς ἱερόν, Ἀντωνίου δὲ καὶ Πλάγκου καὶ Κικέρωνος εἰπόντων περὶ ἀμνηστίας καὶ ὁμονοίας, ἔδοξε μὴ μόνον ἄδειαν εἶναι τοῖς ἀνδράσιν, ἀλλὰ καὶ γνώμην ὑπὲρ τιμῶν προθεῖναι τοὺς ὑπάτους, καὶ ταῦτʼ ἐπιψηφισάμενοι διελύθησαν.

Ἀντωνίου δὲ τὸν υἱὸν εἰς τὸ Καπετώλιον ὁμηρεύσοντα πέμψαντος κατῆλθον οἱ περὶ Βροῦτον, ἀσπασμοί τε καὶ δεξιώσεις

p.168
ἐγένοντο πάντων ἀναμειχθεντων.

καὶ Κάσσιον μὲν Ἀντώνιος εἱστία παραλαβών, Βροῦτον δὲ Λέπιδος, τοὺς δὲ ἄλλους, ὥς τις εἶχε πρὸς ἕκαστον ἢ συνηθείας ἢ φιλοφροσύνης.

ἅμα δʼ ἡμέρᾳ πάλιν συνελθόντες οἱ βουλευταὶ πρῶτον μὲν Ἀντωνίῳ τιμὰς ἔδοσαν ὡς καταπαύσαντι πολέμων ἐμφυλίων ἀρχήν ἔπειτα τῶν περὶ Βροῦτον ἦσαν ἔπαινοι τῶν παρόντων, καὶ τέλος ἐπαρχιῶν διανομαί.

Βρούτῳ μὲν γὰρ ἐψηφίσαντο Κρήτην,

paris.1624.993
Κασσίῳ δὲ Λιβύην, Τρεβωνίῳ δὲ Ἀσίαν καὶ Κίμβρῳ Βιθυνίαν, τῷ δʼ ἑτέρῳ Βρούτῳ τὴν περὶ τὸν Ἠριδανὸν Γαλατίαν.