Brutus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
ἐπαινούντων δὲ καὶ κατιέναι βοώντων θαρροῦντες κατέβαινον εἰς ἀγοράν, οἱ μὲν ἄλλοι συνεπόμενοι μετʼ ἀλλήλων, Βροῦτον δὲ πολλοὶ τῶν ἐπιφανῶν περιέποντες ἐν μέσῳ πάνυ λαμπρῶς κατῆγον ἀπὸ τῆς ἄκρας καὶ κατέστησαν ἐπὶ τῶν ἐμβόλων.
πρὸς δὲ τὴν ὄψιν οἱ πολλοί, καίπερ μιγάδες ὄντες καὶ παρεσκευασμένοι θορυβεῖν, διέτρεσαν καὶ τὸ μέλλον ἐδέχοντο κόσμῳ καὶ σιωπῇ.
προελθόντος δʼ αὐτοῦ πάντες ἡσυχίαν τῷ λόγῳ παρέσχον ὅτι δʼ οὐ πᾶσι πρὸς ἡδονὴν ἐγεγόνει τὸ ἔργον, ἐδήλωσαν ἀρξαμένου λέγειν Κίννα καὶ κατηγορεῖν Καίσαρος ἀναρρηγνύμενοι πρὸς ὀργὴν καὶ κακῶς τὸν Κίνναν λέγοντες, ὥστε πάλιν τοὺς ἄνδρας εἰς τὸ Καπετώλιον ἀπελθεῖν.