Brutus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

Καίσαρι δὲ εἰσιόντι μὲν ἡ σύγκλητος ὑπεξανέστη, καθεζόμενον δʼ εὐθὺς ἐκεῖνοι περιέσχον ἁθρόοι, Τίλλιον Κίμβρον ἐξ ἑαυτῶν προβάλλοντες ὑπὲρ ἀδελφοῦ φυγάδος δεόμενον· καὶ συνεδέοντο πάντες, ἁπτόμενοί τε χειρῶν καὶ στέρνα καὶ κεφαλὴν κατεφίλουν.

ἀποτριβομένου δὲ τὰς δεήσεις τὸ πρῶτον, εἶθʼ, ὡς οὐκ ἀνίεσαν, ἐξανισταμένου βίᾳ, Τίλλιος μὲν ἀμφοτέραις ταῖς χερσὶν ἐκ τῶν ὤμων κατέσπασε τὸ ἱμάτιον, Κάσκας δὲ πρῶτος ʽεἱστήκει γὰρ ὄπισθενʼ ἀνασπάσας τὸ ξίφος διελαύνει, οὐκ εἰς βάθος, παρὰ τὸν ὦμον.

ἀντιλαμβανομένου δὲ τῆς λαβῆς τοῦ Καίσαρος καὶ μέγα Ῥωμαϊστὶ ἀνακραγόντος, ἀνόσιεΚάσκα, τί ποιεῖς; ἐκεῖνος Ἑλληνιστὶ τὸν ἀδελφὸν προσαγορεύσας ἐκέλευσε βοηθεῖν.