Brutus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

αἱ δὲ θεράπαιναι πρὸς τὴν ὄψιν ἀνωλόλυξαν, καὶ τῶν γειτόνων συνδραμόντων ἐπὶ θύρας ταχὺ προῆλθε φήμη καὶ διεδόθη λόγος ὡς τεθνηκυίας αὐτῆς.

οὐ μὴν ἀλλʼ ἐκείνην μὲν ἀναλάμψασαν ἐν βραχεῖ καὶ παρʼ ἑαυτῇ γενομένην αἱ γυναῖκες ἐθεράπευον ὁ δὲ Βροῦτος ὑπὸ τοῦ λόγου προσπεσόντος αὐτῷ συνεταράχθη μὲν, ὡς εἰκός, οὐ μήν γε κατέλιπε τὸ κοινὸν οὐδʼ ἐρρύη πρὸς τὸ οἰκεῖον ὑπὸ τοῦ πάθους.

p.160

ἤδη δὲ Καῖσαρ ἀπηγγέλλετο προσιών ἐν φορείῳ κομιζόμενος. ἐγνώκει γὰρ ἐπὶ τοῖς ἱεροῖς ἀθυμῶν μηδὲν ἐπικυροῦν τότε τῶν μειζόνων, ἀλλʼ ὑπερβάλλεσθαι σκηψάμενος ἀσθένειαν.

ἐκβάντι δʼ αὐτῷ τοῦ φορείου προσρυεὶς Ποπίλιος Λαίνας, ἐκεῖνος ὁ μικρῷ πρόσθεν εὐξάμενος τοῖς περὶ Βροῦτον ἐπιτυγχάνειν καί κατορθοῦν, διελέγετο πλείω χρόνον ἐφισταμένῳ καί προσέχοντι τὸν νοῦν.

οἱ δὲ συνωμόται ʽλεγέσθω γὰρ οὕτωσʼ τῆς μὲν φωνῆς οὐκ ἐπαΐοντες αὐτοῦ, τεκμαιρόμενοι δʼ ἀφʼ ὧν ὑπενόουν μήνυσιν εἶναι τῆς ἐπιβουλῆς τὴν κοινολογίαν, ἀνέπεσόν τε ταῖς γνώμαις, καί πρὸς ἀλλήλους ἔβλεψαν ἀνθομολογούμενοι διὰ τῶν προσώπων ὡς χρὴ μὴ περιμένειν σύλληψιν, ἀλλʼ εὐθὺς ἀποθνῄσκειν διʼ αὑτῶν.

Κασσίου δʼ ἤδη καί τινων ἄλλων τὰς χεῖρας ἐπιβεβληκότων ταῖς λαβαῖς ὑπὸ τὰ ἱμάτια καί σπωμένων τὰ ἐγχειρίδια, Βροῦτος ἐγκατιδὼν τῷ τοῦ Λαίνα σχήματι δεομένου σπουδὴν καί οὐχὶ κατηγοροῦντος, ἐφθέγξατο μὲν οὐδὲν διὰ τὸ πολλοὺς ἀλλοτρίους ἀναμεμῖχθαι, φαιδρῷ δὲ τῷ προσώπῳ τοὺς περὶ Κάσσιον ἐθάρρυνε.

καί μετὰ μικρὸν ὁ Λαίνας τὴν δεξιὰν τοῦ Καίσαρος καταφιλήσας ἀπέστη, φανερὸς γενόμενος ὡς ὑπὲρ ἑαυτοῦ καί τῶν αὑτῷ τινος διαφερόντων ἐποιεῖτο τὴν ἔντευξιν.

τῆς δὲ βουλῆς εἰς τὴν ἐξέδραν προεισελθούσης οἱ μὲν ἄλλοι τὸν δίφρον τοῦ Καίσαρος περιέστησαν ὡς ἐντυγχάνειν τι μέλλοντες αὐτῷ.

καὶ Κάσσιον μὲν λέγεται τρέποντα τὸ πρόσωπον εἰς τὴν εἰκόνα τοῦ Πομπηΐου παρακαλεῖν ὥσπερ

p.162
αἰσθανόμενον, Τρεβώνιος δὲ περὶ τὰς θύρας Ἀντώνιον ἐπισπασάμενος καὶ προσομιλῶν ἔξω κατέσχε.