Brutus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

ἡγὰρ Πορκία πρὸς τὸ μέλλον ἐκπαθὴς οὖσα καὶ τὸ μέγεθος μὴ φέρουσα τῆς φροντίδος ἑαυτήν τε μόλις οἴκοι κατεῖχε, καὶ πρὸς πάντα θόρυβον καὶ βοήν, ὥσπερ αἱ κατάσχετοι τοῖς βακχικοῖς πάθεσιν, ἐξᾴττουσα τῶν μὲν εἰσιόντων ἀπʼ ἀγορᾶς ἕκαστον ἀνέκρινεν ὅ τι πράττοι Βροῦτος, ἑτέρους δὲ συνεχῶς ἐξέπεμπε.

τέλος δὲ τοῦ χρόνου

paris.1624.991
μῆκος λαμβάνοντος οὐκέτʼ ἀντεῖχεν ἡ τοῦ σώματος δύναμις, ἀλλʼ ἐξελύθη καὶ κατεμαραίνετο τῆς ψυχῆς ἀλυούσης διὰ τὴν ἀπορίαν καὶ παρελθεῖν μὲν εἰς τὸ δωμάτιον οὐκ ἔφθη, περιΐστατο δʼ αὐτὴν, ὥσπερ ἐτύγχανεν, ἐν μέσῳ καθεζομένην λιποθυμία καὶ θάμβος ἀμήχανον, ἥ τε χρόα μεταβολὴν ἐλάμβανε καὶ τὴν φωνὴν ἐπέσχητο παντάπασιν.

αἱ δὲ θεράπαιναι πρὸς τὴν ὄψιν ἀνωλόλυξαν, καὶ τῶν γειτόνων συνδραμόντων ἐπὶ θύρας ταχὺ προῆλθε φήμη καὶ διεδόθη λόγος ὡς τεθνηκυίας αὐτῆς.

οὐ μὴν ἀλλʼ ἐκείνην μὲν ἀναλάμψασαν ἐν βραχεῖ καὶ παρʼ ἑαυτῇ γενομένην αἱ γυναῖκες ἐθεράπευον ὁ δὲ Βροῦτος ὑπὸ τοῦ λόγου προσπεσόντος αὐτῷ συνεταράχθη μὲν, ὡς εἰκός, οὐ μήν γε κατέλιπε τὸ κοινὸν οὐδʼ ἐρρύη πρὸς τὸ οἰκεῖον ὑπὸ τοῦ πάθους.

p.160