Brutus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

καίτοι πολλὰ θορυβώδη κατὰ τύχην αὐτοῖς προσέπεσε· πρῶτον μὲν καὶ μάλιστα τὸ βραδύνειν τὸν Καίσαρα τῆς ἡμέρας προηκούσης καὶ δυσιεροῦντα κατέχεσθαι μὲν ὑπὸ τῆς γυναικὸς οἴκοι, κωλύεσθαι δὲ προελθεῖν ὑπὸ τῶν μάντεων.

δεύτερον δὲ Κάσκᾳ τῶν συνειδότων ἑνὶ προσελθών τις καὶ λαβόμενος τῆς δεξιᾶς, σὺ μὲν, εἶπεν, ἀπεκρύψω τὸ ἀπόρρητον, ὦ Κάσκα, πρὸς ἡμᾶς, Βροῦτος δέ μοι πάντα μεμήνυκεν.

ἐκπλαγέντος δὲ τοῦ Κάσκα γελάσας ἐκεῖνος, πόθεν, ἔφη, ταχέως οὕτως, ὦ μακάριε, πεπλούτηκας ὥστʼ εἰς ἀγορανομίαν ἀποδύεσθαι; παρὰ τοσοῦτον μὲν ὁ Κάσκας ἦλθε σφαλεὶς ἀμφιβολίᾳ προέσθαι τὸ ἀπόρρητον·

αὐτὸν δὲ

p.158
Βροῦτον καὶ Κάσσιον ἀνὴρ βουλευτικὸς Ποπίλιος Λαίνας ἀσπασάμενος προθυμότερον καὶ ψιθυρίσας ἠρέμα, συνεύχομαι, φησὶν, ὑμῖν ἐκτελεῖν ἃ κατὰ νοῦν ἔχετε καὶ παρακελεύομαι μὴ βραδύνειν· οὐ γὰρ σιωπᾶται τὸ πρᾶγμα. καὶ ταῦτʼ εἰπὼν ἀπέστη πολλὴν ὑποψίαν ἐμβαλὼν τοῦ πεπύσθαι τὴν πρᾶξιν.

ἐν τούτῳ δέ τις οἴκοθεν ἔθει πρὸς τὸν Βροῦτον ἀγγέλλων αὐτῷ τὴν γυναῖκα θνῄσκειν.

ἡγὰρ Πορκία πρὸς τὸ μέλλον ἐκπαθὴς οὖσα καὶ τὸ μέγεθος μὴ φέρουσα τῆς φροντίδος ἑαυτήν τε μόλις οἴκοι κατεῖχε, καὶ πρὸς πάντα θόρυβον καὶ βοήν, ὥσπερ αἱ κατάσχετοι τοῖς βακχικοῖς πάθεσιν, ἐξᾴττουσα τῶν μὲν εἰσιόντων ἀπʼ ἀγορᾶς ἕκαστον ἀνέκρινεν ὅ τι πράττοι Βροῦτος, ἑτέρους δὲ συνεχῶς ἐξέπεμπε.