Brutus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
ἔνθα δὴ μάλιστα τῶν ἀνδρῶν τὸ ἀπαθὲς καὶ παρὰ τὰ δεινὰ καθεστηκὸς ἐθαύμασεν ἄν τις εἰδὼς τὸ μέλλον, ὅτι πολλοῖς διὰ τὸ στρατηγεῖν ἀναγκαζόμενοι χρηματίζειν οὐ μόνον πρᾴως ἠκροῶντο τῶν ἐντυγχανόντων καὶ διαφερομένων ὥσπερ σχολάζοντες, ἀλλὰ καὶ τὰς κρίσεις ἑκάστοις ἀκριβεῖς καὶ μετὰ γνώμης ἐδίδοσαν, ἐπιμελῶς προσέχοντες.
ἐπεὶ δέ τις μὴ βουλόμενος δίκην ὑποσχεῖν ἐπεκαλεῖτο Καίσαρα καὶ πολὺς ἦν βοῶν καὶ μαρτυρόμενος, ἀποβλέψας ὁ Βροῦτος εἰς τοὺς παρόντας, ἐμὲ Καῖσαρ, εἶπεν, οὔτε κωλύει ποιεῖν τὰ κατὰ τοὺς νόμους οὔτε κωλύσει.
καίτοι πολλὰ θορυβώδη κατὰ τύχην αὐτοῖς προσέπεσε· πρῶτον μὲν καὶ μάλιστα τὸ βραδύνειν τὸν Καίσαρα τῆς ἡμέρας προηκούσης καὶ δυσιεροῦντα κατέχεσθαι μὲν ὑπὸ τῆς γυναικὸς οἴκοι, κωλύεσθαι δὲ προελθεῖν ὑπὸ τῶν μάντεων.
δεύτερον δὲ Κάσκᾳ τῶν συνειδότων ἑνὶ προσελθών τις καὶ λαβόμενος τῆς δεξιᾶς, σὺ μὲν, εἶπεν, ἀπεκρύψω τὸ ἀπόρρητον, ὦ Κάσκα, πρὸς ἡμᾶς, Βροῦτος δέ μοι πάντα μεμήνυκεν.
ἐκπλαγέντος δὲ τοῦ Κάσκα γελάσας ἐκεῖνος, πόθεν, ἔφη, ταχέως οὕτως, ὦ μακάριε, πεπλούτηκας ὥστʼ εἰς ἀγορανομίαν ἀποδύεσθαι; παρὰ τοσοῦτον μὲν ὁ Κάσκας ἦλθε σφαλεὶς ἀμφιβολίᾳ προέσθαι τὸ ἀπόρρητον·
αὐτὸν δὲ
ἐν τούτῳ δέ τις οἴκοθεν ἔθει πρὸς τὸν Βροῦτον ἀγγέλλων αὐτῷ τὴν γυναῖκα θνῄσκειν.