Brutus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
προγραφείσης δὲ βουλῆς, εἰς ἣν ἐπίδοξος ἦν ἀφίξεσθαι Καῖσαρ, ἔγνωσαν ἐπιχειρεῖν· καὶ γὰρ ἁθρόοι μετʼ ἀλλήλων ἀνυπόπτως ἔσεσθαι τότε, καὶ πάντας ἕξειν ὁμοῦ τοὺς ἀρίστους καὶ πρώτους ἄνδρας, ἔργου μεγάλου πραχθέντος εὐθὺς ἀντιλαμβανομένους τῆς ἐλευθερίας.
ἐδόκει δὲ καὶ τὸ τοῦ τόπου θεῖον εἶναι καὶ πρὸς αὐτῶν στοὰ γὰρ ἦν μία τῶν περὶ τὸ θέατρον, ἐξέδραν ἔχουσα ἐν ᾗ Πομπηΐου τις εἰκὼν εἱστήκει, τῆς πόλεως στησαμένης ὅτε ταῖς στοαῖς καὶ τῷ θεάτρῳ τὸν τόπον ἐκεῖνον ἐκόσμησεν.
εἰς ταύτην οὖν ἡ σύγκλητος ἐκαλεῖτο τοῦ Μαρτίου μηνὸς μάλιστα μεσοῦντος ʽεἰδοὺς Μαρτίας τὴν ἡμέραν Ῥωμαῖοι καλοῦσιν̓, ὥστε καὶ δαίμων τις ἐδόκει τὸν ἄνδρα τῇ Πομπηΐου δίκῃ προσάξειν.