Brutus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
τὰ μὲν οὖν σὰ πάντα περὶ τὸν γάμον ἄμεμπτα· τῶν δὲ παρʼ ἐμοῦ τίς ἀπόδειξις ἢ χάρις, εἰ μήτε σοι πάθος ἀπόρρητον συνδιοίσω μήτε φροντίδα πίστεως δεομένην;
οἶδʼὅτι γυναικεία φύσις
p.154
ἀσθενὴς δοκεῖ λόγον ἐνεγκεῖν ἀπόρρητον ἀλλʼ,ʼ ἔστι τίς, ὦ Βροῦτε, καί τροφῆς ἀγαθῆς καί ὁμιλίας χρηστῆς εἰς ἦθος ἰσχύς·ἐμοὶ δὲ καί τὸ Κάτωνος εἶναι θυγατέρα καί τὸ Βρούτου γυναῖκα
paris.1624.990
πρόσεστιν οἷς πρότερον μὲν ἧττον ἐπεποίθειν, νῦν δʼ ἐμαυτὴν ἔγνωκα καί πρὸς πόνον ἀήττητον εἶναι.